TLG 2233 001 :: Pseudo–POLEMON :: Physiognomonica

Pseudo–POLEMON
(p. A.D. 4)

Physiognomonica

Source: Foerster, R. (ed.), Scriptores physiognomonici Graeci et Latini, vol. 1. Leipzig: Teubner, 1893: 298–347, 351–397, 401–431.

  • Epitome Adamantiana: pp. 298–347, 351–397, 401–426
  • Pseudo–Polemonis physiognomonica: pp. 427–431

Citation: Section — (line)

1

Εἴπερ τι ἄλλο καὶ τὸ φυσιο‐ γνωμονεῖν ἐστι καὶ πολλὰ καὶ μεγάλα τοὺς μαθόντας ὠφελοῦν· οὔτε γὰρ παρακαταθήκην δοίη τις ἂν οὔτε γαμετὴν ἑαυτοῦ πιστεύσειεν ἢ διόλου τι κειμήλιον, οὐδεμὴν φιλίας
5τινὸς κοινωνήσειέ τινι ἢ ἀσελγείας ἢ ἀπιστίας ἢ ἄλλης κα‐ κουργίας σημεῖον φέροντι. πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων
ὥσπερ ἔκ τινος ἀμεταπταίστου ἢ θεοπέμπτου καὶ ὀξυτάτης μαντείας τῶν συγγνωριζομένων ἦθός τε καὶ βίου πρό‐ θεσιν διὰ τούτων δεικνύντων, ὡς φυσιογνωμονη‐298
10θήσεται μὲν τὰς τῶν χρηστῶν φιλίας αἱρεῖσθαι, τὰς δὲ τῶν πονηρῶν κακίας φυλάττεσθαι ὑποτομαῖς ἐν τοῖς μεγίστοις ἡ τῶν μεγίστων ἐπίσκεψις ὠφελεῖν εἴωθε τοὺς εἰδότας, δῆλον ὡς πάσῃ σπουδῇ τὴν τέχνην ἐκμανθάνειν προσήκει. Καὶ τὰ μὲν ἐπὶ τοσοῦτον προειρήσθω· φυσιογνωμονεῖν
15δὲ χρὴ οὕτως ἐν ταῖς ἡλικίαις καὶ τοῖς γένεσι τῶν ἀνθρώ‐ πων. ἔστι γὰρ πολλῶν εἴδη ἐπιχώρια ἄλλα ἄλλοις, τὸ μέντοι κατὰ γένος οὐ μέγα σημεῖον, ἀλλ’ οὐδὲ τὸ ἐπιχώριον, τὸ δὲ κατὰ ἡλικίαν καὶ ἀλλόφυλόν τινι προσὸν τοῦτο δὴ
πλεῖον συμβάλλεται σημεῖον. ἐν δὲ τοῖς κατὰ φύσιν οὖσιν299
20ἑκάστῳ εἴδεσι διαφόροις τὰ πολλὰ τῶν σημείων λελέξε‐ ται. ἔστι δὲ καὶ κατὰ γένη ἀνθρώπων φυσιογνωμονία· πολλὰ γὰρ ἐπίκοινα σημεῖα κατὰ ἔθνος ἕκαστον καὶ πολλὰ ἑκάστου εἰπεῖν σημεῖα ῥᾳδίως καὶ οὐκ ἐκ τῶν κατὰ ἄνδρας σημείων· καὶ τάδε εἰρήσεται· ὅ τι γὰρ ἑνὶ ἑκάστῳ σημεῖον
25ἕκαστον δύναται, τοῦτο καὶ τοῖς πλείοσι τὸ αὐτὸ δύναται. τῶν ἐθνῶν δὲ τὰ μὲν ἐπίκοινα σημεῖα, ἐξ ὧν τὸ γένος ἅπαν φυσιογνωμονεῖται, οὐ μόνον ......... καὶ Αἰθίοψιν, ἀλλὰ καὶ Σκύθαις καὶ τοῖς ἄλλοις ἀνθρώποις κατὰ γένη, ὡς καὶ ἐν ὑστέρῳ λεχθήσεται, ἰδίᾳ δὲ ἀνδρὶ ἑκάστῳ μεγάλα τὰ διάφορα
30τῶν σημείων. καὶ γὰρ δεῖ γνῶναι μᾶλλον κατὰ ἄνδρα ἰδίᾳ διαφέρειν ἢ κοινῶς κατὰ ἔθνος. οὕτω τὸ κατὰ ἄνδρα φυσιογνωμονεῖν ἀκραιφνέστατον καὶ ἀτρεκέστατον.300

2

Τῶν δὲ σημείων αἱροῦ τὰ μέγιστα 〈καὶ〉 δοκιμώτατα καὶ ἄλλοις ἄλλων μᾶλλον πείθου· ἄλλα γὰρ ἄλλων δυνάμει προέχει. μέγιστον δὲ αἱ ἐκ τῶν σημείων μίξεις τὸ διάφορον ἀπεργάζονται ἐν τῇ τέχνῃ· τὰ γὰρ πολλὰ ἤθη καὶ
5βουλεύματα τῶν ἀνθρώπων ἐκ τῆς μίξεως τῶν σημείων
κατανοεῖται. συμβαίνει δὲ καὶ μετάστασιν γενέσθαι τισὶ τοῦ εἴδους παρὰ τὸ καθεστηκὸς χαίρουσιν ἢ λυπουμένοις ἢ θυμωθεῖσιν ἢ φοβουμένοις ἢ ἐπὶ νηστείᾳ ἢ ἐπὶ πλησμονῇ ἤ τινι ἐπιθυμίᾳ ἢ σκεπτομένοις ἢ ὁρῶσιν ἢ ἀκούουσιν.301
10καὶ πᾶν μὲν ἐν ταῖς τοιαύταις συντυχίαις οὐ τρέπεται τὸ εἶδος, ἀλλὰ 〈ἔστιν ἃ〉 καὶ ἀκίνητα μένει τῶν σημείων. ὁπόσα δὲ καὶ μεθίσταται, οὐκ ἴσον πᾶσι μεταστή‐ σεται, ἀλλὰ τῆς οἰκείας φύσεως ἑκάστῳ ἐγγύς. χρὴ δὲ ἐν‐ νοεῖν, ὡς ὁποῖα ἐν πάθει ἑκάστῳ σημεῖα ἐπιγίνεται, τοιαῦτα
15εἴ τις ἐν γένει ἔχει, μάλιστα τὸ πάθος αὐτῷ ἐνίδρυται, ὅπερ ὑπὸ τῶν σημείων δηλοῦται· οἷον ἐὰν σημεῖα ἔχῃ, ὁποῖα τοῦ βουλευομένου, φροντιστὴν καὶ εὔβουλον τοῦτον λέγε. ἕτερος ἐὰν ἔχῃ σημεῖα τοῦ δόλον ἢ ἀπάτην τινὰ τυρεύοντος, κἂν μὴ παρ’ ὃν καιρὸν αὐτὸν ὁρᾷς δόλον τότε302
20ἀρτύνει τινί, τοῦτον ἀποφαίνου δολερόν. τὸν αὐτὸν τρόπον καὶ εἰ θυμουμένου τις ἔχων σημεῖα μηδεμιᾷ τότε συνέλθῃ ὀργῇ, ὀργίλον αὐτὸν νόμιζε. καὶ ἐπὶ τῶν ἄλλων
παθῶν παραφυλάξεις ὁμοίως.303

3

Ὁπόσοις γε μὴν γυναικεῖον εἶδος ἐπιπρέπει ἔν τε τοῖς ὀφθαλμοῖς καὶ τοῖς ἄλλοις, τὰ μὲν εἰς ἡδυ‐ πάθειαν καὶ ἀφροδίτην εἰσὶ γυναικεῖοι, τολμηροὶ δὲ καὶ ἀναι‐ δεῖς καὶ πανουργίαις καὶ ἀπιστίαις καὶ ἀπάταις χαίροντες·
5καὶ γὰρ ταῦτα γυναικεῖα. οἱ δὲ νέοι ὄντες εἶδός τε ἔχοντες γηραιόν, οὗτοι δειλοὶ καὶ δύσκολοι καὶ ὑπόπται καὶ
φειδωλοὶ καὶ εὐλαβεῖς καὶ εὔβουλοι .......................304

4

Κεφαλὴ μικρὰ πάνυ ἀναίσθητον ἄνδρα κατηγορεῖ καὶ ἀσύνετον, κεφαλὴ μείζων τῆς συμμέτρου ... .... εὐαίσθητον μέν, ἀνδρεῖον δὲ καὶ ἀνελεύθερον ἄνδρα κατηγορεῖ· κεφαλὴ πάνυ μεγάλη δυσαίσθητον καὶ
5σφόδρα ἀμαθῆ ἄνδρα δηλοῖ. λοξότης κεφαλῆς ἀναίδειαν
τοῦ ἀνδρὸς κατηγορεῖ. οἱ πάνυ ὑψηλὰς κεφαλὰς ἔχοντες αὐθάδεις ἄνδρες· οἱ τὰ ὄπισθεν τῶν κεφαλῶν τα‐ πεινὰ ἔχοντες ἄψυχοι ἄνδρες εἰσίν. ὅσοι δὲ τὰ παρ’ ἑκάτερα τῆς κεφαλῆς κοῖλα ἔχουσι, δολεροὶ καὶ παλίγκοτοι.305
10κεφαλὴ μέση χθαμαλὴ ἠρέμα εὖ μεγέθους ἔχουσα καὶ ὀρθό‐ τητος καλλίων ἐστὶ πασῶν τῶν κεφαλῶν εἴς τε εὐαισθησίαν καὶ μεγαλόνοιαν.

5

Οὐκ αὐτοτελῆ εἰσιν εἰς τὸ φυσιογνω‐ μονῆσαι τὰ ἀπὸ τῶν χροιῶν καὶ τριχῶν σημεῖα, ὅθεν οὐδὲ κατὰ ἔθνη 〈ῥᾴδιον〉 ἀποφαίνεσθαι, ὅστις ἐστὶν ἀπὸ τοῦδε
τοῦ ἔθνους 〈ἄλλως τε καὶ〉 διὰ τὸ ἐπιμεμῖχθαι [αὐτοὺς]306
5ἀλλήλοις τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ Σύρους μὲν ἐν Ἰταλίᾳ, Λίβυας δὲ ἐν Θρᾴκῃ καὶ ἄλλους ἀλλαχοῦ διεσπάρ‐ θαι. ὡς ἐπὶ τὸ πολὺ οἱ μὲν ὑπὸ τὴν ἄρκτον οἰκοῦντες εὐήλικές εἰσι, λευκοί ....... σιμοί, παχυσκελεῖς, περιπληθεῖς σαρκὶ λαγαρᾷ, προγάστορες, ἁπλοϊκοί, θυμώδεις,
10ὀλιγόβουλοι, θερμοὶ καὶ δυσμαθεῖς. ............ πολυ‐ γνώμονες, κουφόνοες, ψεῦσται, κερδαλέοι, ἐπίκλοπα νοήματα
ἔχοντες. ἧσσον δὲ καὶ μᾶλλον ἑκάτεροι αὐτῶν ἕκαστον τούτων ἔχοντες ὅσον προσεχεῖς ἀλλήλοις εἰσὶν ἢ πάλιν δια‐ στήματι πλείονι κεχωρισμένοι τῆς μεσημβρίας ἢ τῆς ἄρκτου.307
15τὰ δὲ μέσα τῆς οἰκήσεως μέσην ἔχει τὴν ἰδέαν καὶ συμμιγῆ τά τε σημεῖα καὶ τὰς γνώμας. οἱ δὲ ἑῷοι καὶ ἑσπέριοι, καθὰ μεσημβρινώτεροί εἰσιν, αὐτοὶ ἐν αὑτοῖς διαφέρουσιν· ἔχουσι γὰρ διαφορὰν Λίβυες οἱ τὰ ἄκρα τῆς Λιβύης τὰ ἑσπέρια νεμόμενοι καὶ Ἰβήρων οἱ εἰς τὴν ἔξω θάλασ‐
20σαν καθήκοντες· καίτοι ἀμφότεροι 〈ἑσπέριοί〉 εἰσιν· ἀλλ’ οἱ
μὲν Λίβυες Αἰθίοψιν ὅμοιοι, οἱ δὲ Ἴβηρες Κελτοῖς· ὡς γὰρ ἐν βραχεῖ δηλώσω, ἡ μὲν μεσημβρία ξηρότητι καὶ θερ‐ μότητι ὡς ἐπὶ τὸ πλεῖστον κέκραται, ἡ δὲ ἄρκτος ὑγρότητι καὶ ψυχρότητι· τὰ δὲ ἄλλα χωρία, καθόσον τούτων ἑκατέρᾳ πλη‐308
25σιάζει, καὶ τῆς κράσεως μεταλαμβάνει καὶ φύει τά τε ἄλλα καὶ ἀνθρώπους κατὰ λόγον τῆς οἰκείας κράσεως τά τε εἴδη καὶ τὰ ἤθη παρεχομένους, πλὴν ἡ αἰτία τοῦ ποικίλους εἶναι πολλοὺς λέληθε τὸ πολλοὺς ἀπὸ ἄλλων ἐθνῶν εἰς ἕτερα
μετελθόντας κατοικῆσαι.309

6

Δῆλον ἀπὸ τῶν προλεγομένων σημείων, ἡ μέλαινα χροιὰ δειλίαν καὶ πολυμηχανίαν, ἡ δὲ ξανθὴ καὶ λευκὴ δύναμιν καὶ θυμὸν λέγει. τὸ δὲ πάνυ λευκὸν ἄκρα‐
τον ἀνανδρίαν σημαίνει· πυρρὸν δὲ σῶμα πᾶν δολερίαν καὶ310
5πολυτροπίαν τοῦ ἀνδρὸς κατηγορεῖ. χροιὰ δὲ ἀνα‐ τετραμμένη ὑπόχλωρος δειλίας μεστὸν δείκνυσι καὶ κακομηχα‐ νίας, εἰ μὴ ὑπὸ νόσου γένοιτο. τὸ δὲ μελίχλωρον καλούμενον χρῶμα δειλόν, γαστρίμαργον, ὀργίλον, γλωσσαλγῆ ἄνδρα
σημαίνει· τὸ δὲ φλογῶδες χρῶμα σημαίνει τὸν ἄνδρα κατήγορον311
10εἶναι· τὸ πράως ἐρυθρὸν εὐφυῆ καὶ ὀξυκίνητον καὶ εὐμαθῆ ἄνδρα κατηγορεῖ. ταῦτα μὲν περὶ παντὸς τοῦ σώματος.

7

Μέτωπον στενὸν οὐκ ἐλάχιστον ὑπάρχει σημεῖον [μόνον] ἀμαθίας· μέτωπον μέγα νω‐ θρὸν ἄνδρα ὡς ἐπὶ τὸ πολὺ σημαίνει. μέτωπον μακρὸν εὐαισθη‐ σίαν καὶ εὐμάθειαν τοῦ ἀνδρὸς μαρτυρεῖ. μέτωπον χθαμαλὸν
5οὐκ ἐπαινετοῦ ἀνδρὸς σημεῖον. μέτωπον κυρτὸν ὑψηλὸν καὶ περιφερὲς ἀναίσθητον καὶ ἀναίσχυντον ἄνδρα σημαίνει. μέτω‐ πον τραχὺ οὐκ ἀγαθὸν ἄνδρα δηλοῖ. μέτωπον ὥσπερ λόφους καὶ ὀρύγματα ἔχον ἐν ἑαυτῷ πανοῦργον καὶ ἄπιστον
ἄνδρα κατηγορεῖ, ἐνίοτε δὲ καὶ μωρὸν καὶ μανιώδη, ἢν καὶ τῶν312
10ἄλλων ἔχει σημεῖα. μέτωπον τετράγωνον καλὸν ση‐ μεῖον κατὰ λόγον τοῦ ἄλλου εἴδους· ἄριστον γὰρ καὶ συνετὸν καὶ μεγαλόνουν καὶ ἀνδρεῖον σημαίνει. μέτωπον κατηρεφὲς αὐθάδη ἄνδρα δηλοῖ· μέτωπον πάνυ τεταμένον ἀμέριμνον ἄνδρα σημαίνει. μέτωπον ῥυσὸν φροντιστὴν δηλοῖ.

8

Οὐλόθριξ ἀνὴρ πάνυ δειλὸς καὶ βδελυρός ἐστιν, ὁ δὲ εὐθύθριξ ἀγριώτερος καὶ ἀνοητότερος. ἄριστον δὲ σημεῖον τὸ μέσον τούτων ἔχον. σκληρότης τριχῶν θηριώδη ἄνδρα δηλοῖ· οὕτως γὰρ καὶ τῶν θηρίων ......
5καὶ ψεδνόδης κακοήθη τὸν ἄνδρα λέγει καὶ δόλιον. τὸ δὲ
μέσον τῶν τριχῶν ἐπαινετὸν σημεῖον. μαλακαῖς δὲ πάνυ θριξὶ τετριχῶσθαι γυναικεῖον δηλοῖ τὸ ἦθος. οὐ μὴν ἀλλὰ καὶ πάνυ σκληραὶ τρίχες οὐκ ἀγαθόν· ἀγριότητα γὰρ τοῦ ἀνδρὸς κατηγοροῦσι. τὸ δὲ μέσον τούτων ἀρίστου313
10ἀνδρὸς σημεῖον. μέλαινα κόμη δειλὸν καὶ πολυκερδῆ δηλοῖ, ἡ δὲ ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν, σκαιότητα δηλοῖ ἤγουν κακότητα καὶ ἀγριότητα, τὸ δὲ πράως ὑπόξανθον εἰς
εὐμάθειαν καὶ ἡμερότητα καὶ εὐτυχίαν τείνει. πυρρότης δὲ ἄκρατος κατὰ τὸ τῆς ῥοιᾶς ἄνθος οὐκ ἀγαθοῦ ἀνδρὸς314
15τὸ σημεῖον, ὡς ἐπιπλεῖστον γὰρ αὐτῶν τὰ ἤθη ἐστὶ θηριώδη. σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ μεγάλαις δυσμαθῆ καὶ ἀγριώτερον σημαίνουσιν. ὅσοι δὲ ὀσφύας καὶ μηροὺς τῶν ἄλλων χωρὶς μελῶν πολύτριχές εἰσι, λάγνοι ἄν‐
δρες εἰσί. γαστὴρ καὶ στῆθος ἐπὶ πολὺ ἐὰν κομᾷ, κουφό‐315
20νουν τὸν ἄνδρα καὶ ἀλλοπρόσαλλον εἶναι καὶ ἀσελγῆ δηλοῦσι. στέρνα δὲ αὐτὰ καθ’ ἑαυτὰ τετριχωμένα θριξὶ δασείαις θερμοβούλους καὶ εὐψύχους ἄνδρας σημαίνει. εἰ δὲ ὤμους καὶ μετάφρενα τετριχωμένα ἴδῃς, παρείκαζε τούτους τοῖς ὀρνέοις ἐν ταῖς ψυχαῖς· ὡς ὑψηλὰ γὰρ τὰ νοή‐
25ματα καὶ σταθερὰ δείκνυται αὐτῶν τὰ βουλεύματα. τὸ δὲ πᾶν
σῶμα δασυτριχὲς τριχὶ στερεᾷ καὶ καταπύκνῳ βοώδη ἄνδρα δηλοῖ. ....... καὶ τοῦ μετώπου δὲ εἰ ἡ εἰς τὸ μέσον ἐπικαταβαίνουσα ῥῖνα τετρίχωται, τὰ δὲ ἑκατέρωθεν οὐ, μεγα‐ λοψυχίας καὶ πλήρης δυνάμεώς ἐστι. τρίχες ὀρθαὶ316
30ἑστῶσαι δειλίαν καὶ κακομηχανίαν τοῦ ἀνδρὸς σημαίνουσιν.
ὅσοις τῶν ὀφρύων τὰ μὲν πρὸς τὴν ῥῖνα κάτω νεύει, τὰ δὲ ἐφ’ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους εἰς τοὺς χοίρους εἴκαζε. τοιοῦτοι γὰρ τῇ γνώμῃ καὶ τῇ ψυχῇ ὑπάρχουσιν. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ317
35αὐτοῖς ἡ λύπη.318

9

Ὀφθαλμοὶ ὑγροὶ λάμποντες ὡς
ὕδωρ χρηστὰ ἤθη ἀνδρὸς σημαίνουσιν. εἰ δὲ τὰς κόρας 〈τῶν ὀφθαλμῶν〉 ἔχουσι πλατείας, εὐήθεις ἄνδρας σημαίνουσιν. εἰ δὲ μικρὰς τὰς κόρας ἔχουσι, κακο‐319
5μηχάνους ἄνδρας δηλοῦσιν· ὄφεις γὰρ καὶ ἰχνεύμονες πίθηκοί τε καὶ ἀλώπεκες καὶ ὅσα ἄλλα λεπτὸν ἐμβλέπουσι κακομήχανα. τούτων οὖν τῇ κακομηχανίᾳ καὶ οἱ τοιούτους ὀφθαλμοὺς ἔχοντες ἀναφέρονται. ὅσοι δὲ ἀνίσους τοὺς τροχοὺς τῆς κόρης ἔχουσιν, ἄνομοι ἄνδρες. ..... εἰ δὲ πρὸς τῷ σημείῳ τούτῳ
10καθέζεται αὐτῶν τῷ μετώπῳ νέφη ἢ κυανᾶ ἢ χλωρὰ ἢ ἑτε‐ ρόχροια, τοὺς τοιούτους δαίμων βλάψει παντοίαις βλάβαις, μή σε λάθῃ. εἰ δὲ τὰ νέφη 〈μὴ〉 ταῖς ὀφρύσιν ἐπι‐
κάθηται, οἱ δὲ κύκλοι τὰς κόρας περιακολουθοῦσι κατὰ τὸ αὐτὸ ἀεί, ἄνομοι οἱ τοιοῦτοι ἄνδρες καὶ ἄνομα ἔργα τελέ‐320
15σουσιν ἢ φόνους συγγενῶν ἢ μίξεις ἢ βρώσεις ἀνόμους καὶ εἰδωλοθύτους, ὁποῖα τὰ Θυέστου τοῦ Πέλοπος ἐν πόλει Μυκήνῃ Οἰδίποδός τε 〈τοῦ〉 Λαΐου ἐν Θήβαις καὶ Τηρέως τοῦ Θρᾳκὸς λέγεται γενέσθαι. καὶ ἐὰν οἱ κύκλοι τῶν ὀφθαλμῶν ἀεὶ κατὰ τὸ αὐτὸ περιακολουθοῦσιν, οἱ τοιοῦτοι
20πεπλανημένοι. ὅσοι δὲ ἀναστρεφομένους περὶ τὴν κόρην τοὺς κύκλους ἔχουσι συνδεδεμένης μεταξὺ τῆς κινήσεως, τούτοις δέδοται ἔργα ἄνομα, ἅπερ αὐτῶν ἡ ψυχὴ μαινομένη ποι‐
ήσει κακαῖς βουλαῖς ὥσπερ ἐλαυνομένη δαίμονι οὐκ ἀγαθῷ, 〈καὶ ὀρέγονται τοῦ ποιῆσαι, ἄλλοτε δὲ321
25ὑπὸ φόβου οὐ κινδυνεύουσιν.〉 ἀπεχθήσονται τού‐ των ἕνεκεν, ἄλλα καὶ ἄλλα φρονοῦντες οὐδὲν τελειοῦσιν, ἀλλὰ πάντα ἀναστρέφουσι. τούτων οἱ ὀφθαλμοὶ οἴδασιν εἶναι κατή‐ γοροι τῶν κρυφίων· τὰ γὰρ ἐν τοῖς ὀφθαλμοῖς σημεῖα εἴδωλά ἐστι τῶν ἐν τῇ καρδίᾳ παθημάτων.

10

Ὅσοι πεπηγότας καὶ ἑστηκότας τοὺς ὀφθαλμοὺς ἔχουσιν, ἀτόπους σημαίνουσιν ἄνδρας· οἱ μὲν ὑγρότεροι τῶν τοιούτων ὀφθαλμῶν δειλοὺς σημαίνουσιν ἄν‐ δρας, οἱ δὲ ξηρότεροι πλήρεις ταραχῶν, οἱ δὲ ὠχρότεροι μανι‐
5κοὺς ἄνδρας. ὅσοι δὲ τὰς ὀφρῦς ἐγείρουσι καὶ τὸ πνεῦμα ἀνασπῶσι, δύσβουλοι ἄνδρες, ὠμόφρονες, κακονόητοι, παλίγκοτοι. ὀφθαλμοὶ ἑστηκότες ὑπέρυθροι μεγάλοι γαστρί‐ μαργον καὶ λάγνον τὸν ἄνδρα μαρτυροῦσιν. ἐὰν τῶν τοιούτων ὀφθαλμῶν κάτω ὁρῶνται, σημεῖον ὅτι ἡ ἀναίδεια322
10τὸν ἄνδρα ἔχει ἄδικόν τε ὄντα καὶ ἄπληστον καὶ ἀμήχανον. ὀφθαλμοὶ μικροὶ ἑστῶτες φιλοχρήματον καὶ πᾶν κέρδος ἐπινοοῦντα ἄνδρα σημαίνουσιν. εἰ δὲ καὶ τὸ πᾶν σῶμα ἅμα τοῖς σημείοις τούτοις πρόσεστι, ὀργίλον ἄνδρα καὶ
βίαιον δηλοῖ. εἰ δὲ καὶ τὸ μέτωπον ἅμα ταῖς ὀφρύσι σπᾷ εἰς323
15τὸ μέσον, κερδαλεώτατον ἄνδρα σημαίνει. γλαυκοὺς ὀφθαλμοὺς πεπηγότας ἀλαμπεῖς ἔχοντι μηδέποτε φι‐ λίαν συνάψῃς μηδὲ γείτονα ἔχῃς· δολερὸς γὰρ οὗτος καὶ εἰς τὰ δεινὰ ἀγρυπνῶν [καὶ] ἐπὶ συμφοραῖς ἑτέρων. φεῦγε ἐκ τοῦ τοιούτου μηδὲ ἐν ὁδῷ πορευθῇς μετ’ αὐτοῦ.

11

Ὀφθαλμοὶ κινούμενοι ὡς ταραχώδεις ὑπάρχοντες ὑπονοητὴν καὶ ἄπιστον ἄνδρα δηλοῦσιν. οἱ δὲ μετὰ τῶν ὀφθαλμῶν κινοῦντες τὰ βλέφαρα ἐπιπλεῖστον
ἀνίσχυρον σημαίνουσιν ἄνδρα περὶ τὴν ψυχικὴν ἰσχύν. οἱ δὲ324
5τοὺς ὀφθαλμοὺς ταχὺ κινοῦντες, τὰ βλέφαρα δὲ οὐχ ὁμοίως θαρραλέοι καὶ τολμητίαι οἱ τοιοῦτοι ὑπάρχουσιν ἄνδρες, ἡ δὲ τόλμη αὐτῶν ἐν δεινοῖς. οἱ δὲ βραδυκίνητοι ὀφθαλμοὶ νωθροὺς καὶ βραδεῖς δηλοῦσι τοὺς ἀνθρώπους καὶ ἀργοὺς καὶ δυσαισθήτους. ὀφθαλμοὶ πάντα θεωροῦντες ἀχλυώ‐
10δεις ματαίου ἀνδρὸς καὶ ἀκολάστου κατηγοροῦσιν. ὀφθαλμοὶ μεγάλοι σημαίνουσιν ἀποπληξίαν τοῦ ἀνδρὸς καὶ ματαιότητα γαστριμαργίαν τε καὶ οἰνοφλυγίαν καὶ λαγνείαν καὶ μάλιστα εἰ τρέμουσιν οἱ ὀφθαλμοί. ὀφθαλμοὶ μικροὶ ὑπότρομοι γλαυκοὶ ἀναιδεῖς, ἀπίστους καὶ ἀδίκους ἄνδρας
15σημαίνουσιν, εἰς τὰ ἀλλότρια κακὰ φρονοῦντας καὶ ἀπὸ συμ‐ φορᾶς ζῶντας. ὀφθαλμοὶ μικροὶ χαροποὶ 〈ἢ〉 μέλανες τὰ αὐτὰ σημαίνουσιν, παρόσον οἱ μὲν χαροποὶ ἐμπληκτότερον ἄνδρα, οἱ δὲ μέλανες δυσοργητότερον καὶ ἀναί‐ σχυντον [ἐκ τοῦ ἀθέου σημείου]. ὀφθαλμοὶ κλυζόμενοι κυ‐325
20μαίνοντες ἐν αὑτοῖς ἐπαφρόδιτον καὶ εὐπαθῆ ἄνδρα δηλοῦσιν, οὔτε δὲ ἄδικον οὔτε κακοῦργον οὔτε ἄμουσον οὔτε φύσει φαῦλον τὸ τοιοῦτο σημαίνει.

12

Ὀφθαλμοὶ γλαυκοὶ μικρὰς τὰς κόρας ἔχοντες ἀνελεύ‐ θερον καὶ φιλοχρήματον καὶ πανοῦργον ἄνδρα σημαίνουσιν. ὀφθαλμοὶ γλαυκοὶ ξηρότεροι ἄνομα ἤθη τοῦ ἀνδρὸς κατη‐
γοροῦσι· χολῇ γάρ ἐστιν ὁ τοιοῦτος βεβαμμένος. κυάνεοι326
5ὀφθαλμοὶ ἐπίπαν ὑγρότεροι καὶ κρείττονές εἰσι τῶν ἄλλων κυανέων ὀφθαλμῶν, 〈οἳ〉 δολερὸν ἄνδρα κατη‐ γοροῦσιν. ὅσοι δὲ ὀφθαλμοὶ κυάνεοι ὑγροὶ ὄντες εὐσταθεῖς εἰσι καὶ μεγάλοι, ἄριστα ἤθη τοῦ ἀνδρὸς δηλοῦσι, θυμώδεις δὲ καὶ οὗτοί εἰσιν. ὅσοι δὲ ἀσθενῆ τὰ γλαυκὰ ἔχοντες τῶν
10ὀφθαλμῶν καί εἰσιν ὑπολευκότεροι, ἀδύνατοι οἱ τοιοῦτοι ἄν‐ δρες καὶ δειλοὶ ὑπάρχουσιν. ὀφθαλμοὶ ἀσθενεῖς γίνονται μὲν ἐν τοῖς χαροποῖς μᾶλλον ἢ ἐν τοῖς γλαυκοῖς. τέως δὲ περὶ τῶν γλαυκῶν ἀσθενῶν ὁ λόγος. ψηφίδες οὖν
ἐν τοῖς ὀφθαλμοῖς κυάνεαι [δὲ] περὶ ταῖς κόραις ὅμοιαι κατὰ327
15μέγεθος κέγχρου, ἕτεραι δὲ ξανθαὶ ἶσαι ταῖς ἄλλαις· τούτων ἐν στίχῳ οὐσῶν ἐν παραλλήλῳ ὡς ὅρμος περι‐ ακολουθεῖ τὴν κόρην. οἱ τοιοῦτοι ὀφθαλμοὶ δολερὰ ἤθη καὶ ἐπίκλοπα τοῦ ἀνδρὸς κατηγοροῦσιν, εἰ δὲ ἀσθενεῖς καὶ μικροί εἰσιν οἱ ὀφθαλμοί, κερδαλεώτερον καὶ δουλοπρεπῆ φιλοχρήμα‐
20τόν τε καὶ πλείω διανοούμενον, ἕτερα λέγοντα καὶ ἄλλα ποιοῦντα κρυφῆ, καὶ ἐν τούτοις χαίρει κἂν μηδὲν εἴη αὐτῷ τὸ διάφορον, καὶ ἁπλῶς ὅσα κακὰ πάντα ἐπὶ κέρδει ποιεῖν ὀρέγεται ἔν τε
τῷ κρυπτῷ ἔν τε τῷ φανερῷ, πλὴν [πάλιν] ὅσον ὑπὸ δειλίας κωλύεται· ἀσθενὴς γάρ ἐστι κατὰ τοὺς λαγωοὺς328
25ὁ τοιοῦτος ἀνήρ, ἐπεὶ καὶ τὸ εἶδος τῶν ὀφθαλμῶν ὅμοιόν ἐστιν.

13

Ὀρθὴ στάσις ὀφθαλμῶν ἄριστον ἄνδρα δηλοῖ. ὀφθαλ‐ μοὶ ἄνω ἐσταλμένοι ματαιοσύνης καὶ ἀποπληξίας σημεῖον ἢ νόσου τῆς ἱερᾶς καλουμένης γαστριμαργίας τε καὶ λαγνείας καὶ οἰνοφλυγίας. εἰ δὲ καὶ σὺν τούτοις τοῖς
5σημείοις τρόμος ἐνῇ, οὐ μακράν ἐστιν ἐπιληψίας. εἰ δὲ ὠχροί εἰσιν, ὠμὸν καὶ ἀπάνθρωπον τὸ φρόνημα σημαίνουσι καὶ φιλόφονον καὶ μιαιφόνον. ὑπέρυθροι δὲ μᾶλλον ὄντες καὶ
μεγάλοι ἄνδρα φιλοπότην καὶ φιλόκωμον σημαίνουσι φιλο‐ γύναιον, φιλόκυβον, ἄσχημα φθεγγόμενον, κράκτην329
10καὶ μάταιον. ὀφθαλμοὶ κάτω ἐστραμμένοι ἢ δυόμενοι τὰ αὐτὰ τοῖς ἄνω ἐστραμμένοις δηλοῦσι, περισσότερον δέ, ὅτι θυμὸν ἄγριον σημαίνουσι καὶ ὀργὴν μὴ μαλασσομένην. ἐὰν δὲ ὁ μὲν εἷς ὀφθαλμὸς ἄνω χωρῇ, ὁ δὲ ἕτερος κάτω καὶ ἔτι τρόμος ἐν αὐτοῖς ἐνῇ καὶ αἱ ὀφρύες συμμύονται καὶ
15τὸ μέσον πλέον τραχὺ καὶ πυκνὸν ἀναφαῖνον αὐτούς, οὗτος ὁ ἀνὴρ εἰς τέλος ἤλασεν ἐπιληψίας.

14

Ὀφθαλμοὶ παρατετραμμένοι εἰ μὲν εἰς τὰ δεξιὰ χω‐
ροῦσι, μωρὸν σημαίνουσιν, εἰ δὲ εἰς τὰ ἀριστερά, λάγνον· εἰ δὲ παραβλῶπες ὄντες εἰς τὸ ἐντὸς ὡς ἐπὶ τὴν ῥῖνα, ἐπιχαρῆ καὶ ἀφροδισιαστὴν καὶ φιλητὸν ἄνδρα καὶ330
5ἐρωτικὸν σημαίνουσιν. εἰ δὲ ξηρότεροί εἰσιν καὶ ἀνεῳγμένοι μὴ ἐνυπάρχοντος τρόμου, νόσον σημαίνει, οὐχὶ δέ ἐστιν ἀφρο‐ δίτῃ κεχαρισμένος οὐδὲ χάρισιν ἢ ἔρωτι· ἐντροπὴ γὰρ αὐτοὺς προλέλοιπε καὶ δίκη· εἰ δὲ τρόμος ἔνεστι σὺν δάκρυσι τοῖς ὀφθαλμοῖς, πάντολμον ἄνδρα σημαίνουσιν.

15

Οἱ χαροποὶ ὀφθαλμοὶ ἀπὸ τῶν μελάνων χωρίζονται ...... πολλὰ γὰρ αὐτῶν τὰ εἴδη. καὶ οἱ μὲν μέλανες
ὀφθαλμοὶ ἄνανδρα ἤθη καὶ δειλίαν τε καὶ ἀπιστίαν δη‐ λοῦσιν, οἱ δὲ χαροποὶ τοιοῦτοί εἰσι τῷ εἴδει· ἡ μὲν331
5γὰρ χρόα ἐπιπρεπὴς αὐτοῖς τῷ εἴδει μέλαινα καὶ ἔνεισι κέγχροι ἐν τοῖς μέλασι πυρραὶ ἢ λευκαὶ ἢ ἐπιλευκότεραι, ἄλλαι δὲ χρυσοειδεῖς καὶ ἄλλαι τοῦ ὠχροῦ μεμιγμένου τῷ πυρρῷ ἢ τοῦ μέλανος τούτοις· εἰσὶ δὲ καὶ αἱματώδεις κέγχροι ἐν τοῖς μέλασιν. ἄλλοι δὲ τὰς μὲν κέγχρους οὐ φοροῦσιν εἰς τὰ
10εἴδη τῶν ὀφθαλμῶν, παντὸς δὲ τοῦ τροχοῦ τὴν ἔξω ἴτυν
μέλαιναν φοροῦντες, τὴν ἐπὶ ταύτῃ πυρράν. ἕτεροι δὲ ὑπο‐ λευκότερα ἔχουσι τὰ πυρρὰ ἐν τοῖς μέλασι, τὰ μὴ πάνυ πυρρά. ὅσοις ἀπὸ μακρόθεν καὶ τὸ μέλαν ἐπιτρέχει, γενναίων ἀνδρῶν τὰ ἤθη σημαίνει καὶ συνετῶν, δικαίων332
15καὶ μεγάλων ἐν ψυχαῖς. ὅσοις δὲ τὰ πυρρὰ ταῦτα καὶ μὴ κεγχρωτὰ εἴη, ἀλλὰ τετράγωνα 〈καὶ〉 ὑπολάμπει ὥσπερ πῦρ καὶ παρὰ τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγ‐
μέναι εἰσὶ καὶ ἕτεραι γλαυκαί, ὡς αἱματώδεις καὶ κυάνεαι περιθέουσι τὰς κόρας, μεγάλοι τε ὀφθαλμοὶ καὶ333
20στίλβοντες κινούμενοι δεδορκότες καθάπερ θυμούμενοι βλέ‐ πουσιν ἄνθρωποι, καὶ τὰ βλέφαρα αὐτῶν ἀνοίγονται, πάντων οὗτοι ἄχρηστοι ἄνδρες. τῶν γὰρ λύκων καὶ συῶν ἀγρίων τὰ τοιαῦτα. εἰ καὶ ὑπολάμπει ἔσω ὡς πῦρ καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσὶ καὶ ἕτεραι
25γλαυκαὶ καὶ ἁπλῶς, καθὼς ἀνωτέρω εἴρηται, καθάπερ οἱ
λύκων καὶ ἀγρίων συῶν τὰ σημεῖα ἔχοντές εἰσιν ἄνδρες ὠμότεροι ἀγριώτεροί τε καὶ ἁρπακτικώτεροι. ἐν δὲ τοῖς χαροποῖς ὀφθαλμοῖς ὅσον εἰσὶν αἱ κέγχροι .... μείζονες δὲ αἱ κέγχροι οὖσαι ἢ ἐλάττονες ἡμερώτερα ἤθη δηλοῦσιν.334
30ὠχροὶ ὀφθαλμοὶ δολερωτέρους σημαίνουσιν ἄνδρας, οἱ δὲ
αἱματώδεις ἀβουλοτέρους καὶ θερμῶς τελοῦντας ὅπερ νομί‐ σουσιν. ὅσοι δὲ ὀφθαλμοὶ οὐ κέγχροις χαροποῖς, ἀλλ’ εἰσὶ πεποικιλμένοι τισὶ τοιούτοις τὸ μέγεθος καὶ τὴν χροιὰν τούς τε μέλανας ὀφθαλμοὺς ἢ καὶ πυρροὺς ἔχουσιν335
35ἐν ὑγροῖς ὀφθαλμοῖς καὶ οὐ φαίνεται ἄλλο σημεῖον ἄτοπον, ἄνδρα δηλοῦσι μεγαλόνουν, δίκαιον, συνετόν, εὐφυῆ, πέρα
δὲ τοῦ μετρίου παιδεραστήν, εἰ δὲ χλωρόν ἐστιν ἐπὶ τῷ μέ‐ λανι τῶν τοιούτων ὀφθαλμῶν, δολερόν, ἄδικον, κλέ‐ πτην ἀργύρου γυναιξί τε αἰσχρῶς καὶ ἀσώτως ὁμιλοῦντα.336
40εἰ δέ τισιν ὅλοι εἰσὶν οἱ ὀφθαλμοὶ ὅμοιοι τῇ χρόᾳ τῆς ῥοιᾶς καὶ ξηρότεροι, ματαιότητα τοῦ ἀνδρὸς κατηγοροῦσιν, ἐν δὲ ὑγροῖς μεγαλόνοιαν καὶ ἀνδρείαν καὶ εὐθυλογίαν καὶ ὀρθοβουλίαν τοῦ ἀνδρὸς κατηγοροῦσι, ταχύτερον δὲ εἰς ὀργὴν
καὶ εἰς ἀφροδίσια ἔργα ἐπτοημένον ἄνδρα δηλοῦσιν.337

16

Ὀφθαλμοὶ κοῖλοι πάνυ οὐκ ἐπαινετοί· ὅσοι δὲ κοῖλοι ὄντες ὥσπερ ὕδωρ ἐν ἀγγείῳ εἰ δὲ μὴ ὑπο‐ κινοῦνται καὶ μεγάλοι εἰσίν, οὐ πονηροὺς ἄνδρας σημαίνουσιν, εἰ μή τι ἄλλο παρακολουθήσει σημεῖον, τὴν γὰρ κοιλότητα
5ἥ τε ἰκμὰς καὶ τὸ μέγεθος παραμυθεῖται. ὀφθαλμοὶ κοῖλοι καὶ μικροὶ ἤθη δόλια σημαίνουσιν, ἐπίβουλα ἀνθρώποις,
ζήλῳ καὶ φθόνῳ τετηκότα, ξηρότεροι δὲ καὶ πρὸς τοῖς εἰρημένοις κακοῖς ἀπιστίαν καὶ ἱεροσυλίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν. οἱ μὲν οὖν ἀτενεῖς ὀφθαλμοὶ338
10ἀχρηστότερα ἤθη ἐμφαίνουσιν, οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ δὲ τῇ ἀβρότητι ὑπορρέοιεν, μωρότερα.

17

Οἱ ὀφθαλμοὺς ἐξέχοντας ἔχοντες οὐκ ἐπαινετοὶ ἄν‐
δρες. οἷς μὲν οἴδημα περίκειται κύκλῳ, τὰ δὲ ὡς τάφρος βαθεῖα καὶ στενὴ περιακολουθεῖ, δολερὸν ἄνδρα ση‐ μαίνουσιν. οἱ δὲ πάντη ἀνεστηκότες ἀσωτείαν καὶ ματαιότητα339
5καὶ μανίαν τῶν ἀνδρῶν κατηγοροῦσιν. προπήδησις ὀφθαλμῶν αἱματωδῶν οἰνοφλύγων καὶ γαστριμάργων ἀν‐ δρῶν σημεῖον. εἰ δὲ γλαυκοί εἰσιν οὗτοι, ἀδίκους καὶ ἀσυν‐ έτους εἶναι νόει τοὺς ἄνδρας. εἰ δὲ καὶ τὰ βλέφαρα αὐτῶν
κρατοῦνται, πλείονα τὴν ἄνοιαν αὐτοῦ σημαίνουσιν. εἰ δὲ340
10οἰδοῦντές εἰσι ξηρότεροι, πατροφόνοι τε καὶ μητρο‐ φόνοι παιδοφθόροι τε καὶ φαρμακοὶ καὶ τὰ ὅμοια τούτων. εἰ δὲ ὑψηλοί εἰσιν οἱ ὀφθαλμοὶ μεγάλοι καὶ λαμπροὶ καὶ εὐαγεῖς καὶ ὑγρὸν βλέποντες, δικαίους, συνετούς, φιλομαθεῖς, ἔρωτος πλήρεις ἄνδρας δηλοῦσιν, ὁποῖος ἦν Σωκράτης ὁ φιλό‐
15σοφος. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροὶ πάνυ καὶ πυρροὶ οὐ φρενήρη ἄνδρα, ἀλλὰ παρειμένον καὶ τὴν
γλῶτταν καὶ τὸ σῶμα δηλοῦσιν.341

18

Ὀφθαλμοὶ σκοτεινοὶ οὐ πολύ‐ φρονας σημαίνουσιν ἄνδρας, ξηροὶ δὲ ὄντες ἀνομωτέρους δηλοῦσιν ἄνδρας. εἰ δὲ μικροί εἰσι θολεροί, ἐπιβούλους
κακοτέχνους τε καὶ προβούλους σημαίνουσιν ἄνδρας.342
5ὀφθαλμοὶ σκοτεινοὶ ὑγροὶ αὐτάρκως μεγέθους ἔχοντες εὐσταθεῖς φροντιστάς, πολυθεάμονας εὐμαθεῖς τε καὶ εὐλαβεῖς καὶ δειλοὺς καὶ φειδομένους ἄνδρας δηλοῦ‐ σιν· οἱ δὲ ἀχλυώδεις δολεροὺς ἀπίστους τε καὶ ἀκολάστους δηλοῦσιν.
10Οἱ εὐφεγγεῖς ὀφθαλμοὶ ἄριστοί εἰσιν, εἰ μὴ ἄλλο τι ἀντι‐
λέγει σημεῖον.343

19

Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ καὶ φῶς ἐν αὐτοῖς ἐστιν, ....... ἐν γλαυκοῖς ὀφθαλμοῖς καὶ αἱματώδεσι θερμὸν ἐν ἑκάστῳ πράγματι καὶ πάντολμον τὸν ἄνδρα δηλοῦσιν, ὡς ἐγγὺς μανίας εἶναι. εἰ δὲ ἐν χαροποῖς
5εἴη ἡ μαρμαρυγή, δειλίαν σημαίνει· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πίπτουσι καὶ ὑπονοοῦσιν. ὀφθαλμοὶ δὲ
μέλανες μαρμαρύσσοντες κακίστους καὶ δειλοὺς καὶ κακο‐ μηχάνους σφόδρα δηλοῦσιν ἄνδρας. 〈εἰ〉 δὲ οἱ τοιού‐ τους ὀφθαλμοὺς ἔχοντες καὶ ὑπογελῶσι, εἰς ἀκρότητα344
10πάσης κακίας ἐλθεῖν ἀνάγκη αὐτούς. ὀφθαλμοὶ ἔνυγροι γοργὸν βλέποντες θυμώδεις, ἰσχυρούς, μανικούς, ταχυλόγους, ταχυέργους, ἀπρονοήτους, ἀτόλμους δὲ καὶ πρὸς τὸ λέγειν· ὅμως κάκιστοί εἰσιν οἱ ἄνδρες οὗτοι. οἱ δὲ ξηροὶ ὀφθαλμοὶ
κακίστους καὶ ἀνόμους ἄνδρας κατηγοροῦσιν. εἰ δὲ μικρό‐345
15τεροί εἰσι καὶ κοῖλοι, χείρους εἰσὶν ὠμὸν τὸ φρόνημα ἔχοντες, ἐπίβουλοι, κρυψίνοοι, τὸν σκοπὸν καὶ τὸν νοῦν αὑτῶν ὑποκρύπτοντες, πάντων δὲ ἐπιθυμοῦντες ἢ ἐπι‐ θυμηταὶ ἄνδρες ὄντες. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπι‐ σκύνιόν ἐστιν ἐννεῦον ὀφρύες τε τραχεῖαι βλέφαρα ὀρθά,
20θυμόν τε καὶ δύναμιν ἀβουλίαν τε καὶ ἀκακίαν καὶ εὐτολ‐
μίαν τοῖς ἀνδράσι σημαίνει. ὅσοι δὲ τὸ ἐπισκύνιον οὕτως ἔχουσιν ὡς εἴρηται τά τε βλέφαρα καὶ τὰς ὀφρῦς, τὸ δὲ βλέμμα αὐτῶν τραχὺ καὶ πικρὸν ἀφ’ ἑαυτῶν ὑπάρχει, χείρονα ταῦτα τῶν ῥηθέντων σημεῖα.346

20

Ὅσοις ὀφθαλμοῖς ἡδονὴ καὶ γέλως ἐνοικεῖ, οὐ πολύ εἰσιν ἐπαινετοί. εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροὶ κρύ‐ πτοντες τὸν νοῦν καὶ τὸν σκοπὸν αὑτῶν κακομήχανοί τε
καὶ κακοῦργοι. ὅσοι δὲ ἅμα τῷ γέλωτι ὑποβλέπουσίν347
5εἰσι καὶ ξηροὶ ἅμα, κακίστων ἀνδρῶν τὸ σημεῖον. ὀφθαλμοὶ κοῖλοι γέλωτα ἔχοντες κακόν τι βουλεύεσθαι
τὸν ἄνδρα μαρτυροῦσιν ........................... ....... εἰ δὲ ἀνεῳγμένους καὶ σεσηρότας τοὺς ὀφθαλμοὺς ἔχοντές εἰσί τινες, αἱ πράξεις αὐτῶν εἰς ἄνομα ἔργα351
10συντελοῦνται. τοὺς δὲ πάνυ ἀνεῳγμένους καὶ γελῶντας ὀφθαλ‐ μοὺς ἔχοντας ἄνδρας ἐπιβουλοτέρους μαρτυροῦσιν. εἰ δὲ ξηροί εἰσιν, ἄκακα μὲν ἤθη καὶ κακῶν ἀπάθειαν δηλοῦσι, μάταιοι δὲ καὶ ἄστοργοι καὶ ἀκόλαστοί εἰσιν οἱ τοιοῦτοι. ὀφθαλμοὶ
μειδιῶντες ἅμα ὑγρότητι, βλέφαρα ἀνειμένα, μέτω‐352
15πον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι, δίκαιοι, ἥμεροι, εὐσεβεῖς, φιλόξενοι, συνετοί, εὔβουλοι, εὐμαθεῖς, ἔρωτος πλήρεις τοὺς ἄνδρας μαρτυροῦσιν.

21

Ὀφθαλμοὶ σκυθρωπάζοντες ἅμα ὑγρότητι φροντιστὴν
ἢ φιλοτέχνην ἄνδρα μαρτυροῦσιν. ἐὰν δὲ συμ‐ μύωσι καὶ αἱ ὀφρύες εἰσὶ κεχαλασμέναι καὶ τὸ μέ‐ τωπον χαλαρὸν ἅμα τῇ σκυθρωπότητι, πιστοῦ ἀνδρὸς τὰ353
5σημεῖα εὐσεβοῦς τε καὶ εὐβούλου καὶ σώφρονος. ξηροὶ δὲ ὀφθαλμοὶ λυπηρὸν βλέποντες φιλοφροσύνης εἰσὶ πλήρεις. εἰ δὲ τὸ μέτωπον εἴη τραχὺ καὶ βλέμμα ἀτενές, βλέφαρα ὀρθά, ἀγριόβουλον ἄνδρα σημαίνουσι πᾶν ἔργον ποιῆσαι
σπεύδοντα καὶ οὐδὲν τῶν κακῶν φειδόμενον, ἀλλ’ ὥσπερ354
10ὑπ’ ἀνάγκης ἐλαυνόμενον, οὕτω πᾶν τὸ αὐτῷ δοκοῦν πληροῦν σπεύδοντα.

22

Ὀφθαλμοὶ συγκλειόμενοι καὶ πάλιν ἐπανοιγόμενοι ἐπίβουλον καὶ ἐπίτριπτον ἄνδρα σημαίνουσι, καὶ εἰ μὲν ὑγροί εἰσι, φροντιστὴν καὶ φιλοτέχνην. εἰ δὲ τρόμος αὐ‐ τοῖς ἐστι καὶ ἅμα ὠχρότης, μανίαν ἢ ἐπιληψίαν δηλοῦσι
5νοσεῖν τὸν ἄνδρα. ὅσοις δὲ ὀφθαλμοῖς ἡ στάσις ἐστὶν ἀεί, εἰ μὲν πρὸς τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῦσιν, ἀκόλαστον μάταιόν τε καὶ μαινόμενον ἄνδρα μαρτυροῦσιν. εἰ δὲ καὶ ὑγροὶ ὄντες εἰσὶ καὶ ὀρθοὶ καὶ συγ‐ κλείονται μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ μετώπου λείου,355
10εὐλαβῆ [ἄνδρα σημαίνουσιν] εὔβουλόν τε καὶ φιλο‐ μαθῆ γλυκύνουν τε καὶ ἐρωτικὸν ἄνδρα σημαίνουσιν. εἰ δὲ
ξηροί εἰσι, θρασὺν κακομήχανόν τε καὶ ἄδικον σημαίνουσιν. ὁ δὲ τὸ μέτωπον ἔχων τραχὺ ὀφρῦς τε συν‐ τεταμένας, βλέφαρα σκληρὰ πεπηγότα ἀγριώτερος τὸν θυ‐356
15μόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος τοῖς ἐπαίνοις καὶ ταῖς τιμαῖς, πειθόμενος δὲ καὶ δώροις ὁ τοιοῦτος ἀνήρ. ὅσοι δὲ τὰ βλέφαρα οὐκ ἔχουσιν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ὄμμα ἅμα καὶ τὸ βλέμμα ὑποκινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι
20βιάζονται.357

23

Ὀφθαλμοὶ πυκνὰ ἐπὶ μεγάλα ἀνοιγόμενοι καὶ ἅμα ἱστάμενοι ὡς νοοῦντες, τὴν αἰτίαν αὐτῶν δηλοῦσι καὶ τὴν ἔννοιαν. δηλοῖ καὶ αὐτοὺς τὸ ξηρόν, τὸ ὑγρόν, τὸ λαμπρόν, τὸ μαλακόν, τὸ ἔκλαμπρον, τὸ σκοτεινόν, τὸ μέγα, τὸ
5μικρόν, τὸ κοῖλον, τὸ ὑψηλόν, τὸ ἀτενές, τἄλλα ἅττα ἐπὶ
τούτοις πολλάκις εἴρηται. ὅσοι οὖν ἀεὶ ὀφθαλμοὶ ἀνεῳγμένοι εἰσὶ σκοτεινοὶ ὄντες καὶ ὑγροί, φροντιστὰς δηλοῦσιν ἄνδρας. εἰ δὲ πρὸς τούτοις ἥμερον βλέπουσι, καὶ χρηστοὺς σημαίνουσιν. ὀφθαλμοὶ ἐκπεπετασμένοι ξηροὶ μαρμαρύσ‐358
10σοντες καθαρὸν καὶ λαμπρὸν βλέποντες ἀναισχύντους καὶ παντόλμους δηλοῦσιν ἄνδρας.

24

Ὀφθαλμοὶ σκαρδαμυκτικοὶ δειλίας κατή‐
γοροί εἰσιν. ἐπίβουλοι δὲ καὶ οἱ τοιοῦτοι καὶ δόλον κρύ‐ πτοντες ἢ κακόν τι κρυπτὸν ἀρτύουσιν οἱ τοιοῦτοι ἄνδρες. αὐτοὶ δὲ οὗτοι διάστροφοι ἢ ὕπωχροι ὄντες μωρίαν359
5δηλοῦσιν. ὀφθαλμοὶ ἀσκαρδάμυκτοι δεινὸν βλέποντες κακόν τι μηχανᾶσθαι τὸν ἄνδρα κατηγοροῦσι. πράως δὲ ἑστῶτες καὶ νοτίδος ἐνούσης φροντιστὴν ἄνδρα, φιλομαθῆ, ἐρωτι‐ κόν, ἥμερα ἤθη κεκτημένον σημαίνουσιν. ὅσοι δὲ ἀσκαρδά‐
μυκτοι ὄντες ὠχροὶ ἢ φοινικοῖ φαίνονται ἅμα ξηρότητι,360
10κακίαν καὶ μάχην καὶ ὀργὴν ἢ δαιμο‐ νικὴν κακότητα ἢ μωρίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν. εἰ δὲ τοιοῦτοι ὄντες αὐτοὶ ἐν αὑτοῖς περιδινοῦνται, μανίᾳ καρτερᾷ συνέχονται.

25

Ἡ κύστις ὀφθαλμοῦ κάτωθεν προσκειμένη οἰνό‐ φλυγας καὶ ὑπνηλοὺς ἄνδρας σημαίνει. εἰ δὲ καὶ ἄνω
[οὐχὶ] καὶ κάτω πρόσκειται, μόνον ὁμοίως σημαίνει.361

26

Ὅσοι ὀφθαλμοὶ ὑποφοινίσσουσιν, εἰ μὲν ἅμα ξηρότητι, πολλὴν ὀργὴν ἔχειν τὸν ἄνδρα κατηγο‐
ροῦσιν, εἰ δὲ ἅμα ὑγρότητι, οἰνόφλυγα σημαίνουσι. γλαυκότης ὀφθαλμῶν ἀγριώτερον ἄνδρα δηλοῖ· γλαυκὰ γὰρ362
5τῶν ἀγρίων ζώων τὰ πλείονα, τὰ δὲ ἥμερα μελανόμματά που εὑρήσεις. τῶν δὲ γλαυκῶν τὸ μὲν λίαν λευκὸν δειλόν, τὸ δὲ χολῶδες ἄγροικον ἄνδρα δηλοῖ· τὸ δὲ ταῖς ἐλαίαις κατὰ
τὴν χροιὰν ὅμοιον δυνατὸν ἄνδρα δηλοῖ. τοῦ γε μὴν μέ‐ λανος τὸ μὲν πάνυ μέλαν δειλόν τε καὶ δολερόν, τὸ363
10δὲ ὑπόξανθον ἰσχυρόν τε καὶ μεγαλόψυχον. τὰ μαρμαρύσ‐ σοντα ὄμματα ....... ἀλλοχροίας ἔχοντα χαίροντα
ἄνδρα εἰς κλεψοσύνας σημαίνει.364

27

Ὀξεῖς ὀφθαλμοὶ ταραχώδεις ἅρπαγας σημαίνουσιν· οἱ δὲ λεπτοὶ ὄντες τὰ βλέφαρα ἐπι‐ βάλλοντες ἀνδρόγυνον τὸν τοιοῦτον σημαίνουσιν. οἱ δὲ τὸ ἕτερον τῶν βλεφάρων ὑποβάλλοντες καὶ ἀνατρεπόμενοι ἅμα
5ὑγρότητι πράως τε καὶ μαλακῶς βλέποντες φαντασιαστήν, καλλωπιστὴν καὶ μοιχὸν τὸν ἄνδρα δηλοῦσιν. ἕτεροι
δὲ καὶ τὰ μέσα τῶν βλεφάρων συγκλείουσι καὶ καθέλκουσι, τὰ δὲ ἀμφοτέρωθεν ἀνασπῶσι καὶ ἅμα ὡς φοβού‐365
μενοι .... μοιχοὶ καὶ αὐτοὶ δηλονότι εἰσὶν οἱ ἄνδρες.366

28

Ὦτα μεγάλα ἀναίσθητον ἄνδρα σημαίνει, ὦτα δὲ μικρὰ κακοήθη καὶ πανοῦργον ἄνδρα δηλοῦσιν, ὦτα μικρὰ ἑστηκότα καὶ ὥσπερ κυλλὰ ὑπάρχοντα μωρὸν ἄνδρα
κατηγοροῦσιν. ὦτα τετράγωνα μέγεθος αὔταρκες ἔχοντα367
5ἀνδρεῖον καὶ καλὸν μαρτυροῦσι τὸν ἄνδρα. ὦτα δια‐ γεγλυμμένα συνετὸν ἄνδρα δηλοῦσιν· ὦτα ἀδιάγλυφα καὶ στρογγύλα εἰ καὶ λίαν εἰσίν, ἀμαθῆ δηλοῦσιν. ὦτα στενὰ καὶ μακρὰ βάσκανον καὶ κακοήθη ἄνδρα κατηγοροῦσι.

29

Ῥινὸς τὸ ἄκρον λεπτὸν ὑπάρχον ἐπι‐ ζέειν τοῦ ἀνδρὸς τὴν ὀργὴν σημαίνει, παχὺ δὲ καὶ χθαμαλὸν μιαρὸν ἄνδρα δηλοῖ. ῥινὸς τὸ ἄκρον ἁδρὸν καὶ ἀμβλὺ καὶ στρογγύλον καὶ καρτερὸν ἀνδρείου καὶ μεγαλοψύχου
5ἀνδρὸς τὸ σημεῖον· ὥσπερ λεόντων γὰρ τὸ σημεῖον καὶ κυνῶν τῶν γενναίων. ῥὶς μακρὰ καὶ λεπτὴ ὀρνιθῶδες. τὰ τοιαῦτα γὰρ καὶ τὰ τοῦ ἀνδρὸς ἤθη. τῆς ῥινὸς τὸ πρὸς τὸ μέτω‐
πον εἰ διήρθρωται, καλὸν καὶ ἀνδρεῖον καὶ συνετὸν ἄνδρα σημαίνει· τὸ δὲ ἐναντίον τούτου θηλυδρίαν καὶ ἀμαθέ‐368
10στερον σημαίνει ἄνδρα. εὐθύτης ῥινὸς γλώττης ἀκρα‐ σίαν τινὰ λέγει. ῥὶς ἡ μείζων καλλίονα δηλοῖ ἄνδρα. εἰ δὲ πάνυ μικρά, κλέπτου καὶ παλιμβούλου κατήγορος ἀνδρός ἐστιν. οἱ δὲ γρυπὴν ῥῖνα ἔχοντες μεγαλόνοες ἄνδρες. οἱ δὲ σιμοὶ λάγνοι καὶ μοιχοὶ ἄνδρες. μυκτῆρας ἀνεῳγμένους βριαροὺς
15οἱ ἔχοντες θυμώδεις καὶ δυνατοί, ὥσπερ ἐπὶ τῶν ταύρων καὶ τῶν λεόντων. οἱ δὲ πεφραγμένοι μωροὺς δηλοῦσιν. σκολιαὶ πάνυ ῥῖνες σκολιὰ καὶ τὰ νοήματα καὶ τὰ
ἐνθυμήματα τῶν ἀνδρῶν ὡς ἐπὶ τὸ πολὺ δηλοῦσιν.369

30

Πνεῦμα τὸ ἀεὶ ἀτρεμοῦν, ὡς ἄπνοον, φροντιστοῦ ὑπάρχει ἀνδρός, τὸ δὲ ποταπὴ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν μάθε τὸ ἀκριβές. εἰ δὲ ἀτρεμὲς ᾖ
καὶ ἐπὶ πολὺ ἀθρόως ἐπίῃ, ὥσπερ καὶ παλιρροίας καὶ πλημμυ‐370
5ρίδος, λύπῃ τινὶ συνέχεται. εἰ δὲ κεφαλῆς ἅμα ἐπι‐ κινουμένης ἐπιστενάζει, μετανοεῖν ἔοικε κακόν τι ποιῶν ἢ ἰδών. ἐὰν δεδορκὼς τοῖς ὀφθαλμοῖς, ταῦτα προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα ἰὸν σχολῇ καὶ ἀκτυπὶ χωροῦν τὴν γνώ‐ μην καλῶς ἔχειν δηλοῖ. ὅταν δὲ ὑποβρύχῃ καὶ
10μεγάλα ἀναπνεῖ, ἀγριότητα καὶ οἰνοφλυγίαν δηλοῖ. ὁπόσοις δὲ τὰ ἄσθματα ἀεὶ καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι, παντεπίθυμοι, παντολόγοι οἱ τοιοῦτοι ἄνδρες ὑπάρχουσιν. ὅσοι δὲ ὑψηλὸν ἐμπνέουσι καὶ αὐτοῖς πυκνόν τε καὶ ἐλαφρὸν τὸ πνεῦμα ἐν ταῖς ῥισὶν371
15ἐμπνεῖ, δειλία καὶ ἀθυμία ἐν τούτοις ἐστί· γίνονται
δὲ ἀνδρόγυνοι, ὅταν τἄλλα σημεῖα τούτοις συμμαρτυρῇ.372

31

Παρειαὶ σαρκώδεις ῥᾳθυμίαν καὶ οἰνο‐ φλυγίαν τοῦ ἀνδρὸς κατηγοροῦσι. παρειαὶ λεπταὶ πάνυ κακο‐ ήθειαν καὶ πανουργίαν τοῦ ἀνδρὸς κατηγοροῦσι. παχεῖαι γνάθοι ἐάν εἰσι διεστηκότες τῶν ὀφθαλμῶν βάσκανον ἄνδρα
5δηλοῦσι. παρειαὶ στρογγύλαι δόλιον ἦθος δηλοῦσι τὸν ἄνδρα ἔχειν, παρειαὶ μακραὶ φλύαρον καὶ ματαιολόγον ἄνδρα δηλοῦσι. Πρόσωπον τὸ πᾶν σαρκῶδες ὑπάρχον εὐπαθοῦς καὶ ἡβῶντος ἀνδρός. πρόσωπον ἄσαρκον φροντιστοῦ καὶ373
10ἐπιβούλου ἀνδρὸς τὸ σημεῖον. πρόσωπον λίαν μέγα μω‐ ρίαν καὶ ἀμαθίαν τοῦ ἀνδρὸς κατηγορεῖ. εἰς γὰρ τὸ πρόσωπον μάλιστα ἐπιφαίνεται μεγαλοπρέπειά τε καὶ ἀνε‐ λευθερία καὶ εὐήθεια καὶ κακοήθεια. ἔστι γὰρ καὶ ἀνιαρὸν πρόσωπον καὶ σπουδῆς πλῆρες καὶ παιδιᾶς καὶ εὐβουλίας
15καὶ ἀμειδὲς καὶ ὀδυρτικὸν καὶ ὑπνηλὸν καὶ ἐγρήγορον, καὶ τὰ ἄλλα ὡς ἕκαστα ἔχει φύσεως καλῆς ἢ φαύλης φαίνεται πάνυ, καὶ ὁποῖον πάθος προσέοικε τούτῳ πρὸς φυσιογνωμονεῖν. καὶ περὶ παρειῶν εἴρηται ἀνωτέρω, ἀλλὰ καὶ αὖθις εἰρήσεται. παρειῶν σπασμοὶ καὶ προσώπων,374
20εἰ μὲν ἐπὶ στυγναῖς ὄψεσιν εἶεν, μωρίαν δηλοῦσιν, εἰ δὲ ἐπὶ φαιδραῖς, μοιχείαν κατηγοροῦσι τοῦ ἀνδρός.

32

Πρόσωπα αὐτὰ καθ’ ἑαυτὰ ἐρυθρὰ τραχεῖς ἄνδρας δηλοῦσιν· εἰ δὲ μόναι αἱ παρειαὶ τοιαῦταί εἰσιν, οἰνόφλυγας δηλοῦσιν.

33

Στόμα μήτε προπετὲς μήτε πάνυ χθα‐ μαλὸν ..... δειλίας καὶ παλιμβουλίας σημεῖον. μικρὸν στόμα γυναικεῖον ἦθος τοῦ ἀνδρὸς κατηγορεῖ, μεῖζον δὲ
στόμα ἀνδρείου σημεῖον. ἡ δὲ ἐπὶ πολὺ ἀνατομὴ τοῦ στό‐375
5ματος πάνυ βορόν, ὠμόφρονα καὶ ἀνόσιον ἄνδρα δηλοῖ. τοιαῦτα γὰρ τὰ τῶν κητῶν στόματα. ὅσοις κατὰ τοὺς κυνόδοντας κορυφοῦνται τὰ χείλη, κακόθυμοι ἄνδρες, ὑβρι‐ σταί, κράκται, ἐπεσβόλοι. τοιαῦτα γὰρ τὰ τῶν κυνῶν στόματα. ὅσοις δὲ τὸ στόμα πρόκειται ἐπὶ πολὺ τά 〈τε〉 χείλη εἰσὶ
10παχέα καὶ στρογγύλα καὶ ἀνεστραμμένα εἰς τὸ ἔξω, ὡς χοίρων τούτων τὰ ἤθη καὶ τὰ ἔργα. τῷ ἐπιβεβλῆσθαι ἐμ‐ φρονέστερον. εἰ δὲ τὸ κάτω χεῖλος προέχει, ἄκακα μὲν τὰ ἤθη, ματαιότερα δὲ ὡς ἐπὶ πολὺ καὶ χυδαιότερα. στόμα μικρὸν
προέχον ἔξω κακοήθη ἄνδρα καὶ ἐπίβουλον σημαίνει. στόμα376
15κοῖλον καὶ ἔμβοθρον φθονερόν, κακοήθη καὶ ἀκό‐ λαστον ἄνδρα σημαίνει.

34

Φθέγγεσθαι βαρὺ πάνυ καὶ σαθρὸν ἀνόητον καὶ ὑβριστὴν καὶ γαστρίμαργον ἄνδρα δηλοῖ· ἠχὴ κακοηχεστέρα καὶ βληχωδεστέρα ἀναίσθητον ἄνδρα δηλοῖ. ὅσοις δὲ ἀπὸ βαρέος ἀρξαμένοις φθόγγου εἰς ὀξὺ τε‐
5λευτᾷ, τραχεῖς τε καὶ δύσθυμοι ὑπάρχουσιν. ὀξὺ δὲ καὶ αὐχμηρὸν φθέγμα ποικιλίας σημεῖόν ἐστιν. εἰ δὲ ὀξὺ καὶ μαλακὸν καὶ εὐκαμπὲς φθέγγοιτο, ἀνδρογύνου ἐστὶ σημεῖον. ὅσοι δὲ κοῖλον βοῶσι καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μεγαλόνοια τούτους κοσμεῖ καὶ δικαιότης. ὅσοι δὲ μαλα‐377
10κόν τε καὶ βαρὺ φθέγγονται, ἀγαθὰ καὶ τούτοις τὰ νοήματά εἰσιν. οἱ δὲ κλαγγηδὸν ἐκβοῶντες ὀξύ τε καὶ ὀρνί‐
θειον οὗτοι μάταιοι καὶ χαῦνα καὶ ὑψηλὰ νοοῦντες. ἀσθενὴς δὲ φωνὴ καὶ ἅμα ὑποκλαίουσα φιλοκερδῆ καὶ λυπηρὸν καὶ ἐν πᾶσιν ὑπονοούμενον σημαίνει. ὅσοι δὲ ἐν ῥινὶ φθέγγον‐378
15ται, ψευδεῖς, κακοήθεις, φθονεροί, δεινοὶ εἰς βλάβην ἄλλων. 〈σφοδρὸν〉 καὶ ὑπόσαθρον φθέγγεσθαι ὀργίλον, βίαιον, ἄνομον καὶ μισάνθρωπον δηλοῖ. ὀξὺ δὲ καὶ ἀσθενὲς δει‐
λίας καὶ βασκανίας σημεῖον, ταχὺ δὲ ἀβούλευτον καὶ ἀνόητον δηλοῖ. τὸ βραχὺ φθέγγεσθαι ἀργίας καὶ δειλίας σημεῖον.379
20οἱ χαλεπῶς φθεγγόμενοι κακοί, ἀνόητοι ὡς ἐπὶ τὸ πολύ εἰσιν. εἰ δέ τι ἄλλο, καὶ φωνὴν πρὸς τῶν ἄλλων ζώων ἕκαστον, ᾧ τις ὅμοια φθέγγοιτο, ἀναφέρειν χρὴ [ἕκαστον] καὶ διαιρεῖν εἰς τὸ ὅμοιον ἦθος. καὶ γὰρ χοίρων καὶ πιθή‐ κων καὶ ὄνων καὶ ἵππων τινὲς καὶ ἄρκων καὶ προβάτων
25καὶ ἄλλῳ ζώῳ ὁμοίας φωνὰς ἀφιᾶσιν. εἰδέναι δὴ λοιπὸν καθόλου προσήκει, ὡς ἐν κινήσει καὶ φωνῇ καὶ χροιᾷ καὶ μεγέθει καὶ μελῶν ἁρμονίᾳ τὸ μέσον τούτων εὔχρη‐ στον, ὡς τὸ πολύ, τὸ δὲ ἐναντίον βαρὺ ὑπάρχει.380

35

Οἱ μακρὰ γένεια ἔχοντες πολὺ κακοί, λα‐
λοῦντες πολλὰ ὑπὲρ τὸ χρέος καὶ προγλωσσότεροί εἰσιν· οἱ δὲ μικρογένειοι τὰ πάντα μάλιστα κακοὶ ἄνδρες, ἐπίβουλοι· καὶ γὰρ οἱ ὄφεις τοιοῦτοί εἰσι. γένυσιν ἐὰν τοῖς381
5σπανοῖς στρογγύλον σχῆμα ἀναφαίνῃ, ἄνανδρον καὶ γυναικώδη τὸ σημεῖον λέγει. γένυς κατὰ τὸ ἄκρον ἐσχισμένη, ὡς δικό‐ ρυφος γενέσθαι, εἰ μὲν ἐπὶ πολὺ τὸ σχίσμα, δολερὸν ἄνδρα σημαίνει· εἰ δὲ αὔταρκες τὸ σχίσμα τοῦ γενείου ἐστίν, εἰς ἀφροδίτην καὶ χάριτας φέρει τὸ σημεῖον.

36a

Χείλη χαλαρά, ὡς ἐπιβεβλῆσθαι τοῖς κάτω τὰ ἄνω, μεγαλόνοιαν καὶ ἀνδρείαν δηλοῦσι· τῶν γὰρ λεόντων τοιαῦτα τὰ χείλη. τὰ γὰρ λεπτὰ χείλη ἐπὶ τὸ μεῖζον αὐτῶν στόμα ἐπιτείνεται. εἰ δὲ ἐπὶ μικροῖς στόμασι λεπτά εἰσι382
5χείλη, δειλόν, ἄνανδρον καὶ δολερὸν σημαίνουσιν.

36b

Τράχηλος πάνυ λεπτὸς δειλὸν καὶ κακο‐
ήθη ἄνδρα σημαίνει, εἰ καὶ μακρὸς ὑπάρχει· ὁ δὲ παχὺς ἅμα καὶ εὐμήκης θυμικὸν ἄνδρα καὶ μεγάλαυχον καὶ αὐθάδη σημαίνει· ὁ δὲ μήκους μετρίως καὶ πάχους μετρίως ἔχων,383
5ἔτι δὲ εὐπαγὴς καὶ ἰσχυρὸς [ὁ] τράχηλος σημαίνει ἰσχυρόν, εὐ‐ μαθῆ καὶ εὐφυῆ πρὸς ἀρετὴν ἄνδρα. ὁ δὲ τοιοῦτος τράχηλος ἐνίοτε καὶ ἀσθενῆ καὶ πανοῦργον καὶ κακομήχανον σημαίνει ἄνδρα. ὅσοις δὲ ὁ τράχηλος τοῖς νεύροις κατατείνεται, κακοὶ οἱ τοιοῦτοι. εἰ δὲ καὶ ἄλλα συμβαίνουσι, μωραίνουσι καὶ
10μανίας οἱ ἄνδρες ἐπιλαμβάνονται. καὶ οἱ μεγάλα δὲ ἀγγεῖα πεπλεγμένα περὶ τὸν τράχηλον ἔχοντες ἐμφανῆ σκαιοί· οἱ δὲ
παχεῖαν καὶ εὐφυῆ τὴν σάρκα τοῦ τραχήλου ἔχοντες .... δειλοὶ ἄνδρες. ὅσοις δὲ τῶν ἐπαυχενίων σπονδύλων τραχέων ὄντων πολὺ τῶν ἄλλων .... εἰσὶ τραχύτεροι ἄνδρες. οἱ384
15δὲ σκληροὶ τράχηλοι ἀμαθεῖς ἄνδρας σημαίνουσιν· οἱ δὲ ὑγροὶ τράχηλοι ἄνδρας εὐμαθεῖς σημαίνουσι· τραχὺς αὐχὴν ὥσπερ λοφιὰ ἀμαθῆ σὺν ὕβρει τὸν ἔχοντα μαρτυρεῖ· τράχηλος πεπηγὼς ἀκλινὴς κακόν, αὐθάδη καὶ ἀμαθῆ ἄνδρα μαρτυρεῖ. τράχηλοι δὲ ἀκλινεῖς γίνονται διὰ μωρίαν, οἷς καὶ τὰ ἄλλα
20σημεῖα συμβαίνει. ἄλλοι δὲ ἀκλινεῖς τραχήλους ἔχοντες οἰακίζουσιν αὑτοὺς καὶ τείνουσι τέχναις καὶ πόνοις μεγάλοις πάνυ κεκλασμένους ὄντας· οὗτοι δὲ ἀνδρόγυνοι ὄντες διορθοῦσιν αὐτούς, φαντάζονται δὲ τὴν ἀναίδειαν ἀποκρύπτειν καὶ ἀκολασίαν, κατηγοροῦσι δὲ αὐτῶν χειλῶν σπασμὸς καὶ385
25ὀφθαλμῶν παρατροπὴ καὶ ποδῶν παραφορὰ καὶ ὀσφύων κίνησις καὶ χειρῶν ἄλυς καὶ φωνῆς κραυγή. καὶ οἱ τράχηλοι αὐτῶν οὐ διαρκῶς πεπηγμένοι εἶναι δύνανται, ἀλλ’ ὑποτρέμουσιν ἅτε τῆς τάσεως αὐτῶν βιαζομένης. κλάσις
δὲ τραχήλου ἀνδρόγυνον δηλοῖ, εἰ καὶ τὰ ἄλλα συντρέχει386
30σημεῖα· τὸ δὲ αὔταρκες ἀρίστου ἀνδρὸς σημεῖον. ἄνω ἐσταλμένος τράχηλος ὑβριστοῦ, ἀνοήτου καὶ ὑποχαύνου ἀνδρὸς σημεῖον, εἰ μὴ ἄρα διὰ μαλακίαν αὐτὸ ποιεῖ. ὁ δὲ ἐπι‐ κεκυφὼς τράχηλος μωροῦ ἀνδρὸς κατηγόρημα, οὗτος δέ ποτε καὶ φροντιστὴν δηλοῖ καὶ φειδωλὸν καὶ κακοήθη καὶ μὴ
35ἔχοντα ἁπλότητα μηδὲ εὐθυμίαν μηδὲ πραότητα. τράχηλος εἰς τὰ δεξιὰ βλέπων κοσμίου καὶ σώφρονος καὶ φροντιστοῦ ἀνδρός, εἰ δὲ εἰς τὰ ἀριστερά, ἀνοήτου. εἰ δὲ εἰς τῶν ἄλλων μερῶν οἷον δή ποτε ὁ τράχηλος βλέπει, οὐκ
ἀγαθὸν τὸ σημεῖον· βέβλαπται γὰρ ὁ ἀνὴρ τὰς φρένας.387

37

Φάρυγξ τραχεῖα κουφόνοον, πολύλογον, φλύα‐ ρον καὶ πρόγλωσσον ἄνδρα σημαίνει. εἰ δὲ εἷς τῶν τοῦ βρόγχου σπονδύλων ἐξέχοι, κουφόνουν ἄνδρα λέγει, εἰς δὲ γλῶσ‐ σαν τοῦτον οὐκ εἶναι θρασύν. οἱ ἔσωθεν σπόνδυλοι ὄντες ἁδροὶ
5καὶ ὑπότοποι τοῦ φάρυγγος δυσοργήτους, ἀνιαροὺς συμπότας δηλοῦσιν ἄνδρας.

38

Κλεῖδες συμπεφραγμέναι οὐκ ἀγαθὴν αἴσθησιν τὸν ἄνδρα σημαίνουσιν ἔχειν οὐδὲ ἀγαθο‐ εργὸν εἶναι τὸν τοιοῦτον ἄνδρα· αἱ δὲ διεστηκυῖαι ἄνανδρον σημαίνουσι τὸν τοιοῦτον· αἱ δὲ σύμμετρον τῆς ἀνοίξεως ἔχουσαι
5συνετὸν καὶ ἀνδρεῖον σημαίνουσιν.

39

Ὦμοι παχεῖς οὐκ ἐπαινοῦσι τὸν ἄνδρα· ὦμοι δὲ λαγαροὶ ἀνανδρίαν καὶ δειλίαν σημαίνουσι τοῦ ἀνδρός· οἱ
δὲ λεπτοὶ καὶ ὀξεῖς τὰς κορυφὰς κακοήθη ἄνδρα δηλοῦσιν.388

40

Ἐὰν ἐπιμήκεις ὑπάρχουσιν αἱ ὠλέναι, ὡς κατακρέμασθαι τὰς χεῖρας ἄχρι τῶν γονάτων, ὀξέος καὶ ἰσχυροῦ ἀνδρὸς τὸ τοιοῦτον σημεῖον ὑπάρχει. κολοβαὶ δὲ οὖσαι, ὡς μὴ ἀφικνεῖσθαι εἰς γόνατα καὶ ἐν τῷ ἐσθίειν
5συναντᾶν ταῖς χερσὶ τὴν κεφαλὴν ἀναγκάζεσθαι, κακοθελεῖς, κάκιστοι, εἰς τὸ κακὸν ὑποχαίροντες καὶ τούτῳ ἐπιχαίροντες καὶ φθονεροί. καρτεραὶ ὠλέναι καὶ πήχεις ἀγκῶνές τε ἀρ‐ θρώδεις ἀρίστου ἀνδρὸς σημεῖον· τὰ δὲ ἐξίτηλα ἀνάνδρου ἀνδρὸς σημεῖον· τὰ δὲ πολὺ σαρκώδη ἀμαθοῦς
10τε καὶ ἀναισθήτου ἀνδρὸς τὸ σημεῖον.389

41

Χεῖρες ἁπαλαὶ καὶ μαλακαὶ εὐφυῆ ἄνδρα σημαίνουσι· .................................... χεῖρες πάνυ κολοβαὶ μωρίας ὑπάρχουσι σημεῖον, εἰ δέ εἰσι παχεῖαι, καὶ μιαρίας. στεναὶ καὶ λεπταὶ χεῖρες ἀπιστότατον
5δηλοῦσιν ἄνδρα. παχεῖαι χεῖρες κοντοὺς ἔχουσαι δακτύλους ἄπληστον ἄνδρα δηλοῦσι· μικραὶ δὲ πάνυ χεῖρες πανοῦργον καὶ κλέπτην δηλοῦσι.

42

Οἷς δὲ ἀπὸ τοῦ ἄκρου στήθους κατα‐ μετρούμενον μεῖζον εὑρίσκεται τὸ ἐντεῦθεν ἄχρι τῆς ἐκ‐ φύσεως τοῦ τραχήλου τουτέστι τῆς συζεύξεως, βοροὺς καὶ γαστριμάργους ἄνδρας λέγε. στήθη μεγάλα ἀρθρώδη ἐπαινεῖν
5χρή· ἀνδρείου γὰρ ἀνδρὸς τὸ σημεῖον· τὰ δὲ ἀσθενῆ στήθη μικρόψυχον ἄνδρα καὶ ἀσθενῆ σημαίνει, πολύσαρκα δὲ στήθη ἀμαθῆ καὶ δειλὸν ἄνδρα σημαίνει. ὅσοις δὲ ἀδρα‐
νεῖς οἱ μασθοὶ ἐκκρέμανται καὶ ὅλον τὸ στῆθος μέγα καὶ πλατύσαρκον λαγαρόν, μοιχοί τε καὶ οἰνόφλυγες οἱ390
10τοιοῦτοι ἄνδρες. Μετάφρενον ἰσχυρὸν ἀρίστου ἐστὶν ἀνδρός, τὸ δὲ ἀσθενὲς καὶ μικρὸν δειλοῦ καὶ μικροψύχου τὸ σημεῖον. σὰρξ δὲ ἐπαυξήσασα τὸ μετάφρενον καὶ μεγαλύνασα ἀνόητον ἄνδρα σημαίνει. εἰ δὲ στενοτάτη ἐπαυξήσει τοῖς μεταφρέ‐
15νοις σάρξ, μωρὸν ἄνδρα σημαίνει. μετάφρενον πλατὺ μεγα‐ λόνουν ἄνδρα δηλοῖ, τὸ δὲ πράως στρογγύλον συνετὸν καὶ χαρίεντα καὶ εὐχάριστον. μετάφρενον κυρτὸν καὶ ὦμοι εἰς τὸ στῆθος ἐπικεκλασμένοι κακοήθη καὶ βάσκανον ἄνδρα ση‐
μαίνουσιν. εἰ δὲ καὶ τὸ σῶμα ἐπικεκλασμένον φαίνεται πρὸς391
20τοῖς εἰρημένοις, κακότεχνον ἄνδρα κατηγορεῖ φθονερόν τε καὶ φιλάργυρον καὶ φειδωλόν.

43

τὰ δὲ στέρνα ὑπερυθριῶντα ζέειν ἔνδον τὴν ὀργὴν ἀπαγγέλλει, ὥσπερ καὶ τὸ τὰς τῶν αὐχένων φλέβας καὶ τὰς περὶ τοὺς κροτάφους οἰδούσας ἔχειν, 〈ὡσ〉 ἐμφανεῖς εἶναι καὶ
αἱματώδη ἔχειν τὴν χροιάν.392

44

Κυφὸς ἀνὴρ οὐκ ἀγαθός, εἰ μὴ ὑγρο‐
μελία ἐστὶν ἐν αὐτῷ ἢ καὶ τὰ ἄλλα σημεῖα ἃ προσήκει. τὸν δὲ εὔζωνον ἄνδρα φιλόθηρα νόει. οὕτω γὰρ καὶ τὸ σημεῖον μαρτυρεῖ τοιουτῶδες.393

45

Πλευραὶ λεπταὶ ἀσθενῆ, ἄνανδρον καὶ δειλὸν σημαίνουσι τὸν ἔχοντα· αἱ δὲ πάνυ σκληραὶ καὶ σαρκώδεις ἀμαθῆ σημαίνουσιν ἄνδρα· αἱ δὲ περιφερεῖς καὶ πλήρεις, ὥσπερ οἰδοῦσαι, κακοήθη καὶ φλύαρον ἄνδρα μαρτυροῦσι.

46

Γαστέρες λαγαραὶ εὐρωστίαν ψυχῆς καὶ φιλοφροσύ‐ νην σημαίνουσιν, αἱ δὲ ἰσχναὶ πάνυ καὶ κεναὶ δειλίαν, κακοήθειαν, γαστριμαργίαν τοῦ ἀνδρὸς κατηγοροῦσι. γαστέρες λαγαραὶ καὶ σαρκώδεις, εἰ μὲν μαλθακαί εἰσι καὶ
5ἔξω κρέμανται, ἀνόητον, οἰνόφλυγα καὶ ἀκόλαστον δηλοῦσιν ἄνδρα. εἰ δὲ σκληρᾷ σαρκὶ συμπεπηγυῖα ἡ γαστὴρ ὑπάρχει, κακοήθη, γαστρίμαργον ἐμφαίνουσιν ἄνδρα.394

47

Ὀσφὺς ὀστώδης ἰσχυρὰ ἀνδρείας ση‐ μεῖον ὑπάρχει, σαρκώδης δὲ καὶ μαλακὴ ὀσφὺς γυναικεῖα ἤθη τοῦ ἀνδρὸς κατηγορεῖ. ἡ δὲ εἰς ὀξὺ ἀπηγμένη ὀσφὺς γυναικώδη, ἀκόλαστον καὶ δειλὸν τὸν ἄνδρα κατηγορεῖ.

48

Νῶτος πλατὺς στερεὸν καὶ γενναῖον ἄνδρα σημαίνει, εἰ δὲ ἐναντίος, τὰ ἐναντία.

49

Οἱ τὰ γόνατα ἔσω νεύοντες γυναικεῖοί τε καὶ θηλυδρίαι. Ἰσχία παχέα γυναικεῖον ἄνδρα σημαίνει· ἰσχία ὀστώδη
ἀνδρείαν μαρτυροῦσιν ἑκάστῳ αὐτῶν· λεπτὰ δὲ ὀλιγόσαρκα,395
5ὥσπερ ἐκτετηκότα, πανούργου ἀνδρὸς τὸ σημεῖον. τοιαῦτα γὰρ καὶ τὰ τῶν πιθήκων.

50

Κνῆμαι εὖ ἔχουσαι μεγέθους διηρ‐ θρωμέναι στερεαὶ γενναῖον ἄνδρα δηλοῦσι καὶ εὐφυῆ, ἁπαλαὶ δὲ καὶ ἄναρθροι δειλὸν καὶ ἀνανδρότερον κατηγοροῦσι· λεπταὶ δὲ πάνυ δειλὸν καὶ κακοήθη σημαίνουσιν ἄνδρα.
5αἱ δὲ νευρώδεις κνῆμαι ἀκολασίας πολλῆς μετέχουσιν. ὅσαι δὲ τῶν κνημῶν πλήρεις εἰσὶ κατὰ τὸ μέσον παχεῖς οὖσαι,
βδελυροὺς καὶ ἀναιδεῖς καὶ ἀσώτους ὡς τὰ πολλὰ δηλοῦσι, κνημῶν δὲ καὶ πτερνῶν παχύτης δουλοπρεπῆ ἄνδρα καὶ ἀμαθῆ. ὅμοια δὲ ταῖς κνήμαις καὶ περὶ μηρῶν λέγε.396

51

Σφυρὰ διηκριβωμένα στερεὰ γενναῖον ἄνδρα δηλοῦσι, τὰ μαλακὰ δὲ καὶ λεῖα σφυρὰ ἄνανδρον σημαίνουσι, λεπτὰ δὲ [καὶ] πάνυ σφυρὰ δολίου καὶ ἀκολάστου ἀνδρὸς τὸ σημεῖον. παχέα δὲ σφυρὰ καὶ κολοβοὺς
5δακτύλους καὶ πτέρνας τραχείας καὶ πόδας σαρκώδεις καὶ κνήμας παχείας ὅσοι φοροῦσι, μωραίνουσιν, ἐξηχοῦσιν ὡς
ἐπὶ τὸ πλεῖστον ἢ δαιμονίζονται.397

52

Πόδες νευρώδεις ἀρθρώδεις γενναῖα ἤθη ἀνδρὸς καὶ ἀνδρείαν σημαίνουσιν, ὁποῖος ἦν καὶ Ἡρα‐
κλῆς· ἁπαλοὶ δὲ πόδες καὶ σαρκώδεις τοιαῦτα καὶ τὰ ἤθη παρέχονται τουτέστιν ἁπαλοὺς ἄνδρας καὶ ἐν401
5ταὐτῷ συνερχομένους σημαίνουσι. πόδες κολοβοὶ καὶ παχεῖς θηριώδους ψυχῆς εἰσι σημεῖα, οἱ δὲ πάνυ μακροὶ πολυπράγμο‐ νος καὶ κακομηχάνου εἰσὶν ἀνδρός· μικροὶ δὲ πόδες καὶ λεπτοὶ πανοῦργον ἄνδρα σημαίνουσι. πόδες κυρτοὶ ἢ κάτω‐ θεν κοῖλοι κακὸν ἄνδρα σημαίνουσιν. ὁμοίως δὲ καὶ οἱ τὰ
10κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς βαίνοντες πανοῦργοι
οἱ τοιοῦτοί εἰσιν ἄνδρες.402

53

Οἱ τοὺς δακτύλους συμφυεῖς ἔχοντες μιαροί εἰσι συῶν δίκην. εἰ δὲ συνεσταλμένους ἔχουσι τοὺς δακτύλους, πανοῦργοι καὶ κακοήθεις ἄνδρες εἰσί. δάκτυλοι
μικροὶ πάνυ ὄντες καὶ λεπτοὶ ἀνοητοτέρους ἄνδρας σημαί‐403
5νουσι. δάκτυλοι παχεῖς κολοβοὶ τολμητήν, ἀπρονόητον καὶ θηριώδη ἄνδρα δηλοῦσιν· οἱ πολὺ δὲ μακροὶ καὶ λεπτοὶ ἀνοητοτέρους καὶ ὑποχαυνοτέρους καὶ φλυαροτέρους ἄνδρας σημαίνουσιν. οἱ δὲ εὐμεγέθεις καὶ εὐειδεῖς δακτύλους ἔχοντες ἄριστοι ἄνδρες.

54

Ὄνυχες πλατεῖς λευκοὶ ὑπόξανθοι
εὐφυῆ δηλοῦσιν ἄνδρα· οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναίσθητον καὶ θηριώδη ἄνδρα σημαίνουσιν· οἱ δὲ σφόδρα σκολιοὶ ἅρπαγα δηλοῦσιν ἄνδρα. μικροὶ πάνυ404
5ὄνυχες μέλανες πανούργου ἀνδρὸς σημεῖον· οἱ δὲ στρογγύλοι
ὄνυχες πάνυ μοιχοὺς ἄνδρας σημαίνουσιν. προείρηται μὲν ὅτι τῶν ἄλλων τὰ πολλὰ μὴ ἀξιόλογα, εἰ μόνον τις καθ’ ἕκαστον ἐφ’ ἑαυτοῦ σκοπήσει, μάλιστα δὲ ὄνυχες.405

55

Εἶδος ἀνδρείου ὄρθιον τὸ πᾶν σχῆμα,
πλευραὶ καὶ ἄρθρα τοῦ σώματος πάντα ἐρρωμένα, ὀστᾶ με‐ γάλα, κόμη σκληρά, κοιλία πλατεῖα κοίλη, ὦμοι καρτεροί, ὠμοπλάται εὐρεῖς διεστηκότες, στέρνα ῥωμαλέα καὶ μετά‐406
5φρενα, ἰσχία σκληρά, σκέλη σαρκώδη, περὶ τὰ σφυρὰ καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρόν, ὀφθαλμοὶ οὐ μεγάλοι οὐδὲ ἀνεῳγμένοι οὐδὲ πάλιν ἐσφαλισμένοι, ὀφρύες
οὐ τεταμέναι, μέτωπον τέλειον οὐ μήν γε ὀλίγον, φωνὴ ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος407
10μὲν ὁ εὔψυχος καὶ καρτερικὸς καὶ ταῦτα αὐτοῦ τὰ σημεῖα.

56

Εἶδος δειλοῦ ἐστιν οὕτως· τρίχες αὐτοῦ μαλακαί, τὸ πᾶν σχῆμα ἀνειμένον, τράχηλος μακρός, τὸ χρῶμα μέλαν ἢ ὠχρόν, τὰ ὄμματα ταραχώδη, βλέφαρα ταχυ‐ κίνητα, τῷ δὲ τῆς ἀναπνοῆς φυσήματι ἀσθενής, σκέλη λεπτά,
5ὀσφὺς μακρά, στέρνα ἀσθενῆ, χεῖρες μακραί, φωνὴ λιγυρὰ
μαλακή. ταῦτα ὑπάρχουσι σημεῖα δειλοῦ.408

57

Τὸν εὐφυῆ τοιοῦτον εἶναι νόει· εὖ μεγέθους ἔχοντα λευκὸν ὑπέρυθρον, οὐ πάνυ οὖλον οὐδὲ εὐθύτριχον, τὸ πᾶν σῶμα ὄρθιον, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη καὶ μηροὶ εὐτραφεῖς,
5σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι
ἁπλοῖ εὐμήκεις διεστῶτες ἀπ’ ἀλλήλων, ἐπηρμένα πρόσωπα καὶ σαρκώδη, οὐ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς ἦθος γεγηθός.409

58

Ἀναισθήτου σημεῖα ταῦτα· ἢ λευκὸς πάνυ ἢ πάνυ μέλας, σαρκώδης, προγάστωρ, παχυσκελής, τὰ δὲ ἄρθρα μικρὰ συνδεδεμένα καὶ κλεῖδας συμπεφυκυίας ἔχων, τράχηλον κολοβὸν παχύν, ἄκρα ἀτελῆ, παρειὰς σαρκώδεις,
5μέτωπον στρογγύλον, βλέμμα κωφὸν ἀχανές.410

59

Ἀναισχύντου μὲν σημεῖα τάδε· ὀφθαλμοὶ ἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἐκπεπετασμένα παχέα, παχύπους, παχύρριν, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρ‐ ρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς.

60

Σημεῖα δὲ κοσμίου ταῦτα· βαρὺ φθέγ‐
γεται, βραχὺ δέ, καὶ τὰ βλέφαρα κινεῖ μέσως, οὔτε συνεχῶς οὔτε διὰ χρόνου, χαροπός, ὑγρὸν δὲ ὁρῶν, οὐ λαμπρόν, ἐρυθήματος ὑπόπλεως. τοιοῦτον οὖν τὸν κόσμιον στοχάζου.411

61

Εὐθύμου σημεῖα· τὸ μέτωπον αὐτοῦ χθαμαλὸν λεῖον σαρκῶδες καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ δὲ εἶδος ὑπνηλόν, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς, οὐ δεδορκότες,
κίνησις σχολαία, φωνὴ ἠπία.412

62

Ἀνιαροῦ σημεῖα· πρόσωπον ἰσχνόν, μέτωπον ῥυσόν, ὀφρύες ἐκπεπετασμέναι, βλέφαρα ἐντεταμένα, κινεῖται ὥσπερ ὑπέρινοι.

63

Σημεῖα ἀνδρογύνου· ὑγρὸν βλέπει καὶ ἰταμὸν ὁ ἀνδρόγυνος, καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει,
μέτωπον σπᾷ καὶ παρειάς, αἱ ὀφρύες οὐ μένουσι κατὰ χώραν, τράχηλος κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα413
5τὰ μέλη ἅλματι, γονάτων κρότος καὶ χειρῶν φαίνεται, ὡς ἀνά‐ γαυρος περιβλέπει εἰς ἑαυτὸν καὶ καταβλέπει, φωνὴ λεπτὸν κράζουσα λιγυρὰ σχολαία πάνυ καὶ πάνυ ἔντρομος.

64

Πικροῦ σημεῖα· τὸ πρόσωπον σεσηρός, ὠχρός, ἰσχνός, τραχὺ καὶ ξηρὸν βλέπων, ῥυτιδῶδες μέτωπον ἔχων, φθέγγεται σφοδρόν, εὐθύθριξ, μελάνθριξ, ἐν τῷ ἀσθμαίνειν χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν καὶ πολλάκις414
5πόδας ἐπιρρήσσειν.

65

Πράου σημεῖα· ἰσχυρὸς τὸ εἶδος, σὰρξ ὑγρὰ καὶ πολλή, καὶ εὐμεγέθης καὶ εὐσύμμετρος τῷ σχήματι
καὶ εὔσαρκος, σὰρξ μαλθακὴ τοῖς μέλεσι, τὸ βλέμμα εὐσταθές, βραχὺ κίνημα καὶ σκολιόν, φωνὴ βαρεῖα415
5μαλακή, τῶν τριχῶν ὁ περίδρομος ἀναθρώσκων.

66

Ὁ εἴρων καὶ ἐναντιόβουλος τοὺς ὀφθαλ‐ μοὺς ἅμα ἔχει οἷον λαγαρούς, βλέμμα ὑπόκομψον, φωνὴν
ὑφειμένην, βαίνει εὐστρόφως καὶ κινεῖται τὰ πάντα εὐρύθμως.416

67

Τὸν δὲ φιλοχρήματον ἄνδρα τοιοῦτον εἶναι νόει· μικρομελῆ, μικρόμματον, μικροπρόσωπον, ταχὺ περιπατεῖν, ἐγκεκυφότα, ταχύφωνον, ὀξύφωνον, τὴν χροιὰν ὑποφοινίσσοντα.
5 Φιλόκωμος καὶ οἰνόφλυξ ἔσται δασὺς ἀνὴρ θριξὶν εὐθυ‐ γένειος μέλας, δασεῖαν τὴν ὑπήνην ἔχων, κροτάφους δασεῖς, ὄμμα λιπαρὸν καὶ στίλβον καὶ μαρμαρύσσον.417

68

Γίνονται δὲ καὶ μωροπόνηροι ........,
ὥσπερ τῶν θηρίων τὰ τοῦ αὐτοῦ γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά ἐστι. τούτων γὰρ καθ’ ἕκαστα ἐπισκοπεῖν δεῖ. τὰ μὲν τῶν ἡμέρων εὐηθικώτερα καὶ ταραχωδέστερα καὶ418
5δειλά. ὅπερ ἂν ἐπισκέψασθαι εἴη μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ προβάτων, ἔτι δὲ καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· 〈ἐοικότα〉 εἴδη ἔχει, ὅμως τὰ μὲν ἥμερα
πραότερα καὶ λειότερα καὶ ἠπιώτερα, τὰ δὲ ἄγρια ξηρότερα καὶ τραχύτερα καὶ σφοδρότερα. καὶ τὸ νοοῦν αὐτῶν419
10τοῖς εἴδεσιν ἀκόλουθον. καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν· τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας ἐν ἀνθρώποις φαίνεται καθ’ ἕκαστα τῶν σημείων. δίκαιοι 〈γὰρ ἀπὸ τῶν αὐτῶν σημείων〉 γίνονται. ἄλλοι μὲν ἀγριώτερα
τὰ ἤθη ἔχουσιν, ἄλλοι δὲ ἡμερώτερα. καὶ σώφρονες καὶ420
15ἀνδρεῖοι ὁμοίως. τὸ δὲ διάφορον τῶν σημείων τραχύ‐ τητι 〈καὶ λειότητι〉 καὶ σκληρότητι καὶ μαλακίᾳ καὶ ἀναιδείᾳ καὶ πραότητι· καὶ τὸ ὑγρόν τε καὶ ξηρὸν διαιρετέον. οὕτως καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας 〈ἔχει〉· καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τὸ ἥμερόν τε καὶ ἄγριον προσπεφυκὸς
20[ἔχει] τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιωτέραν δικαιο‐ σύνην λέγε. καὶ ἐν τοῖς ἀνδρογύνοις οἱ μὲν πολλοὶ ἄγριοι, οἱ δὲ ἕτεροι τιθασσοί εἰσι. καὶ τούτων οὐκ ὄντων τῶν σημείων ἕτερα διαιρεῖσθαι σημεῖα μόνα οἷς εἶπον.421

69

Ὁ μωροπόνηρός ἐστι τετανόθριξ, κεφα‐ λὴν ἔχων στενὴν λοξήν, ὦτα ὑπερμεγέθη ἐπικεκλασμένα, αὐχένα καὶ τράχηλον στρογγύλον, κροτάφους 〈γλαφυρούσ〉,
μέτωπον στενὸν τραχύ, ὀφθαλμοὺς σκοτεινοὺς μικροὺς ξηροὺς422
5κοίλους ὑπορρέοντας ἀτενεῖς, παρειὰς στενὰς ἐπιμήκεις, γένειον μακρόν, στόμα ἄθυρον ἄκλειστον ὡς διε‐ σχισμένον περίμηκες, τὸ πρόσωπον ὡς διερρωγὸς φέρει, κυρτός, προγάστωρ, παχυσκελής, ποδῶν καὶ χειρῶν ἄρθρα περιμήκη παχέα καὶ σκληρά, ὑπόχλωρος, κυλοιδιῶν ὥσπερ
10ὕπνου ἢ κραιπάλης πλήρης, φωνὴ βληχώδης ἀχρεία μικρὰ θρασεῖα.

70

Θυμώδους σημεῖα τάδε εἰσίν· ὀρθὸς τῷ σχήματι, εὔπλευρος, εὔρυθμος, ἐπίπυρρος, ὠμοπλάται διεστηκότες μεγάλοι καὶ ἐγκρατεῖς, λεῖος τὰ περὶ στῆθος καὶ βουβῶνα, δασυπώγων, τὰ νῶτα εὐρύς, ὁ περί‐
5τροχος τῶν τριχῶν κάτω βλέπων, καὶ ὅσοις τὸ περὶ τὴν κεφαλὴν δέρμα περιίσταται, καὶ οἱ στρογγυλοπρόσωποι, καὶ ὀφρύες οἷαι τῶν στρυφνῶν, καὶ ῥινῶν κοιλότης.

71

Φιλολοιδόρου σημεῖα· τὸ ἄνω χεῖλος μετέωρον καὶ τὸ κάτω προπετές, ὑπέρυθροι ἐπίπυρροι· ἀναφέρεται ἐπὶ τοὺς κύνας· ἴδοι δ’ ἄν τις καὶ ἐπὶ τῶν γεγηρακότων ἵππων.

72

Λάγνου σημεῖα· λευκόχρως, δασὺς τῇ ὑπήνῃ, εὐθείας
καὶ παχείας τὰς τρίχας ἔχων, λιπαρὸν τὸ ὄμμα καὶ μάργον, σκέλη λεπτὰ καὶ νευρώδη καὶ ὅλως ὀρνιθώδη, δασύτης σκε‐ λῶν, γαστρὸς καὶ ὀμμάτων λιπαρότης, καὶ τὸ ἀνεσπάσθαι423
5τὸ γένειον πρὸς τὴν ῥῖνα καὶ περιφέρειαν κοίλην ἔχειν τὸν τόπον τὸν μεταξὺ τῆς ῥινὸς καὶ τοῦ γενείου, οἷον εἶχε Σωκράτης ὁ καλός. καὶ οἷς ὑγροὶ οἱ ὀφθαλμοί, οἱ τοιοῦτοι λάγνοι καὶ οἷς ἡ φλὲψ ἐν τῷ βραχίονι, καὶ οἱ ῥικνοὶ τὰς κνήμας.

73

Λάλου σημεῖα· οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ γλα‐ φυροὶ τῷ εἴδει καὶ δασεῖς τὰ περὶ τὴν κοιλίαν.

74

Φιλύπνου σημεῖα· οἱ τὰ ἄνω ἔχοντες μείζω καὶ ὑπνώδεις καὶ θερμοὶ καὶ εὔεκτον σάρκα ἔχοντες.

75

Φθονεροῦ σημεῖα· οἱ τὰ ἀριστερὰ μείζω ἔχοντες καὶ οἷς αἱ ὀφρύες ἐπὶ τὰ βλέφαρα καθήκουσιν.

76

Ὅσοις ὁ σπόνδυλος ἐξέστηκε κατὰ τὴν συναφὴν τοῦ τραχήλου, ὑβρισταί· ἀναφέρεται ἐπὶ τοὺς ὗς.

77

Οἱ τῶν χειλῶν τὸ κάτω τοῦ ἄνω προβεβλημένον ἔχοντες βλάκες, μετέωροι, ἀσθενεῖς, μοχθηροί· ἀναφέρεται
ἐπὶ τοὺς ὄνους.424

78

Οἱ τὴν ῥῖνα ἄγαν πλατεῖαν ἔχοντες δειλοί· ἀνα‐ φέρεται ἐπὶ τοὺς ὗς. Οἱ τὴν ῥῖνα ἄγαν βραχεῖαν ἔχοντες ῥᾴθυμοι· ἀναφέρεται ἐπὶ τοὺς βοῦς ἢ τῶν ὀρνίθων τοὺς πλατυρύγχους.
5οἱ τὴν ῥῖνα εὐθεῖαν ἔχοντες πρόγλωσσοι· ἀναφέρεται ἐπὶ τὸ θῆλυ καὶ τὰς χῆνας. οἱ τὴν ῥῖνα βραχεῖαν καὶ σιμὴν ἔχοντες κλέπται καὶ λάγνοι· ἀναφέρεται ἐπὶ τοὺς ἐλάφους καὶ τοὺς ἀγρίους ὗς. ὅσοις μυκτῆρες πεπταμένοι καὶ σιμοί, θυμώδεις· ἀναφέρεται ἐπὶ τὸ πάθος τὸ ἐν τῷ θυμῷ γινό‐
10μενον· ἴδοι δ’ ἄν τις καὶ ἐπὶ τῶν γεννάδων ἵππων.

79

Οἱ τὸ πρόσωπον σαρκῶδες ἔχοντες ῥᾴθυμοι· ἀναφέρεται ἐπὶ τὸ θῆλυ καὶ τοὺς βοῦς. οἱ τὸ πρόσωπον ἄγαν ὀστῶδες ἔχοντες ἐπίπονοι καὶ δειλοὶ καὶ μικρόψυχοι· ἀνα‐ φέρεται ἐπὶ τοὺς ὄνους καὶ πιθήκους καὶ ἐλάφους. οἱ τὸ
5πρόσωπον ἄγαν μικρὸν ἔχοντες κακοῦργοι· ἀναφέρεται ἐπὶ τοὺς πιθήκους. οἱ τὸ πρόσωπον μικροπρεπὲς ἔχοντες μικρό‐ ψυχοι, ἀνελεύθεροι.

80

Οἱ μεγάλα ἔχοντες χείλη ἀσελγεῖς, οἷς δὲ μεῖζον τὸ
ἄνω τοῦ κάτω, ἄψυχοι· οἷς δὲ ἔμπαλιν τοῦ ἄνω τὸ κάτω, ἐναντίον βλάκες. ὑώδεις δέ εἰσιν, οἷς τὰ κατὰ τοὺς κυνό‐ δοντας ἐπῆρται, οἷς δὲ τὰ κατὰ τοὺς τομεῖς, κυνώδεις.425

81

Τῶν ἐρώντων ὑπάρχει σημεῖα τοιαῦτα· ὀφθαλ‐ μοὶ κοῖλοι οὐ δακρύοντες, φαινόμενοι δὲ ὡς ἂν ἡδονῆς πεπλη‐ σμένοι εἰσίν, κινεῖται δὲ αὐτοῖς καὶ τὰ βλέφαρα πυκνά, τῶν τοῦ σώματος μερῶν συμπιπτόντων μόνοις τοῖς ἐρῶσιν οὐ
5συμπίπτουσιν. πορνεία ἀνδρὸς καὶ γυναικὸς ἐν μετεωρι‐ σμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις γινώσκεται.

82

Ταῦτα ὅσα εἴρηται καθάπερ ἐν γραφαῖς
ἀχρόοις γραμμῇ μόνον τύποι ἀνδρῶν εἰκασμένοι εἰσί. τὰ δὲ πολλὰ καὶ πάνυ ὅσα εἴδη ἀνθρώπων ἐκ τῶν πολλῶν τε καὶ καθ’ ἕκαστον μέρος ὄντων σημείων ταῖς μίξεσιν αὐτῶν426
5καὶ ταῖς δυνάμεσιν ἄλλοις τε πρὸς ἄλλο πειθόμενός τε καὶ
ἀπιστῶν τεκμαίρου ἀσφαλεστάτην εὑρίσκων τὴν ἐπιστήμην.427

83

Γυναῖκες ἑταιρίστριαι, γυναικώδεις, φίλαν‐ δροι, ἀκάθαρτοι, αἷς αἱ κνῆμαι περὶ τὸ σφυρὸν παχεῖαι
καὶ οἱ δάκτυλοι τῶν ποδῶν μικρὸν ἀπεσχισμένοι, ὥσπερ τοῖς στε‐ γανόποσι τῶν ὀρνίθων, καὶ αἷς σκαφοειδὴς ὁ περίδρομος τῆς428
5κεφαλῆς.

84

Εὐνούχοις τοῖς ἐκ φύσεως
κακίας σημεῖά ἐστι κἀκείνοις ἅπερ καὶ τοῖς ἄλλοις ἀνθρώ‐ ποις καὶ ὡς ἐπὶ τὸ πολύ εἰσιν ὠμόφρονες, δο‐ λεροί, κακοῦργοι, ἕτεροι δὲ ἑτέρων δόλων εἰσὶν ἐργάται. τῶν δὲ429
5τομιῶν εὐνούχων ἔνια μεταβάλλει ἅμα τῇ τομῇ σημεῖα, τὸ δὲ πλέον τῆς συγγενοῦς φύσεως ὡς μὴ ἰσχύων εἰς τὸ αὐτὸ διαμένει.

85

Οἱ στενόποδες ἠλίθιοι, δειλοί· οἱ δὲ μὴ ἔχοντες τὸ ἐντὸς κοῖλον τοῦ ποδός, ἀλλ’ ὅλῳ βαίνοντες παν‐ οῦργοι, ὥσπερ καὶ τὴν ἀλώπεκα λόγος ἔχει.

86

Οἱ βραχυδάκτυλοι καὶ παχυδάκτυλοι χειρῶν τε καὶ ποδῶν ἠλίθιοι· πάντως δὲ οὐ τούτους ὑπολαμβάνειν τοῦτο, ἀλλὰ εἰ σῶμα μήτε βραχεῖς μήτε παχεῖς ὦσιν, ἀμέλει [δὲ] οὕτως ὑπολαμβάνειν. οἱ συμπεφυκότας τοὺς δακτύλους ἔχον‐
5τες δειμαλέοι, ὥσπερ καὶ οἱ κύνες εἰσίν.430